TITUS
Novum Testamentum graece
Part No. 186
Previous part

Chapter: 2 
Verse: 1    Αὐτοὶ γὰρ οἴδατε, ἀδελϕοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν,
Verse: 2    
ἀλλὰ προπαϑόντες καὶ ὑβρισϑέντες καϑὼς οἴδατε ἐν Φιλίπποις ἐπαρρησιασάμεϑα ἐν τῷ ϑεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ ϑεοῦ ἐν πολλῷ ἀγῶνι.
Verse: 3    
γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαϑαρσίας οὐδὲ ἐν δόλῳ,
Verse: 4    
ἀλλὰ καϑὼς δεδοκιμάσμεϑα ὑπὸ τοῦ ϑεοῦ πιστευϑῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνϑρώποις ἀρέσκοντες ἀλλὰ ϑεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
Verse: 5    
οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήϑημεν, καϑὼς οἴδατε, οὔτε ἐν προϕάσει πλεονεξίας, ϑεὸς μάρτυς,
Verse: 6    
οὔτε ζητοῦντες ἐξ ἀνϑρώπων δόξαν, οὔτε ἀϕ' ὑμῶν οὔτε ἀπ' ἄλλων,
Verse: 7    
δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι. ἀλλὰ ἐγενήϑημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροϕὸς ϑάλπῃ τὰ ἑαυτῆς τέκνα·
Verse: 8    
οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ ϑεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήϑητε.
Verse: 9    
μνημονεύετε γάρ, ἀδελϕοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχϑον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ ϑεοῦ.
Verse: 10    
ὑμεῖς μάρτυρες καὶ ϑεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήϑημεν,
Verse: 11    
καϑάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ
Verse: 12    
παρακαλοῦντες ὑμᾶς καὶ παραμυϑούμενοι καὶ μαρτυρόμενοι εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ ϑεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
Verse: 13    
Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ ϑεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ' ἡμῶν τοῦ ϑεοῦ ἐδέξασϑε οὐ λόγον ἀνϑρώπων ἀλλὰ καϑώς ἐστιν ἀληϑῶς λόγον ϑεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
Verse: 14    
ὑμεῖς γὰρ μιμηταὶ ἐγενήϑητε, ἀδελϕοί, τῶν ἐκκλησιῶν τοῦ ϑεοῦ τῶν οὐσῶν ἐν τῇ ᾽Ιουδαίᾳ ἐν Χριστῷ ᾽Ιησοῦ, ὅτι τὰ αὐτὰ ἐπάϑετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμϕυλετῶν καϑὼς καὶ αὐτοὶ ὑπὸ τῶν ᾽Ιουδαίων,
Verse: 15    
τῶν καὶ τὸν κύριον ἀποκτεινάντων ᾽Ιησοῦν καὶ τοὺς προϕήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ ϑεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνϑρώποις ἐναντίων,
Verse: 16    
κωλυόντων ἡμᾶς τοῖς ἔϑνεσιν λαλῆσαι ἵνα σωϑῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔϕϑασεν δὲ ἐπ' αὐτοὺς ὀργὴ εἰς τέλος.
Verse: 17    
῾Ημεῖς δέ, ἀδελϕοί, ἀπορϕανισϑέντες ἀϕ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιϑυμίᾳ.
Verse: 18    
διότι ἠϑελήσαμεν ἐλϑεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς Σατανᾶς.
Verse: 19    
τίς γὰρ ἡμῶν ἐλπὶς χαρὰ στέϕανος καυχήσεως οὐχὶ καὶ ὑμεῖς ἔμπροσϑεν τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;
Verse: 20    
ὑμεῖς γάρ ἐστε δόξα ἡμῶν καὶ χαρά.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.