TITUS
Novum Testamentum graece
Part No. 186
Chapter: 2
Verse: 1
Αὐτοὶ
γὰρ
οἴδατε
,
ἀδελϕοί
,
τὴν
εἴσοδον
ἡμῶν
τὴν
πρὸς
ὑμᾶς
ὅτι
οὐ
κενὴ
γέγονεν
,
Verse: 2
ἀλλὰ
προπαϑόντες
καὶ
ὑβρισϑέντες
καϑὼς
οἴδατε
ἐν
Φιλίπποις
ἐπαρρησιασάμεϑα
ἐν
τῷ
ϑεῷ
ἡμῶν
λαλῆσαι
πρὸς
ὑμᾶς
τὸ
εὐαγγέλιον
τοῦ
ϑεοῦ
ἐν
πολλῷ
ἀγῶνι
.
Verse: 3
ἡ
γὰρ
παράκλησις
ἡμῶν
οὐκ
ἐκ
πλάνης
οὐδὲ
ἐξ
ἀκαϑαρσίας
οὐδὲ
ἐν
δόλῳ
,
Verse: 4
ἀλλὰ
καϑὼς
δεδοκιμάσμεϑα
ὑπὸ
τοῦ
ϑεοῦ
πιστευϑῆναι
τὸ
εὐαγγέλιον
οὕτως
λαλοῦμεν
,
οὐχ
ὡς
ἀνϑρώποις
ἀρέσκοντες
ἀλλὰ
ϑεῷ
τῷ
δοκιμάζοντι
τὰς
καρδίας
ἡμῶν
.
Verse: 5
οὔτε
γάρ
ποτε
ἐν
λόγῳ
κολακείας
ἐγενήϑημεν
,
καϑὼς
οἴδατε
,
οὔτε
ἐν
προϕάσει
πλεονεξίας
,
ϑεὸς
μάρτυς
,
Verse: 6
οὔτε
ζητοῦντες
ἐξ
ἀνϑρώπων
δόξαν
,
οὔτε
ἀϕ
'
ὑμῶν
οὔτε
ἀπ
'
ἄλλων
,
Verse: 7
δυνάμενοι
ἐν
βάρει
εἶναι
ὡς
Χριστοῦ
ἀπόστολοι
.
ἀλλὰ
ἐγενήϑημεν
ἤπιοι
ἐν
μέσῳ
ὑμῶν
,
ὡς
ἐὰν
τροϕὸς
ϑάλπῃ
τὰ
ἑαυτῆς
τέκνα
·
Verse: 8
οὕτως
ὁμειρόμενοι
ὑμῶν
εὐδοκοῦμεν
μεταδοῦναι
ὑμῖν
οὐ
μόνον
τὸ
εὐαγγέλιον
τοῦ
ϑεοῦ
ἀλλὰ
καὶ
τὰς
ἑαυτῶν
ψυχάς
,
διότι
ἀγαπητοὶ
ἡμῖν
ἐγενήϑητε
.
Verse: 9
μνημονεύετε
γάρ
,
ἀδελϕοί
,
τὸν
κόπον
ἡμῶν
καὶ
τὸν
μόχϑον
·
νυκτὸς
καὶ
ἡμέρας
ἐργαζόμενοι
πρὸς
τὸ
μὴ
ἐπιβαρῆσαί
τινα
ὑμῶν
ἐκηρύξαμεν
εἰς
ὑμᾶς
τὸ
εὐαγγέλιον
τοῦ
ϑεοῦ
.
Verse: 10
ὑμεῖς
μάρτυρες
καὶ
ὁ
ϑεός
,
ὡς
ὁσίως
καὶ
δικαίως
καὶ
ἀμέμπτως
ὑμῖν
τοῖς
πιστεύουσιν
ἐγενήϑημεν
,
Verse: 11
καϑάπερ
οἴδατε
ὡς
ἕνα
ἕκαστον
ὑμῶν
ὡς
πατὴρ
τέκνα
ἑαυτοῦ
Verse: 12
παρακαλοῦντες
ὑμᾶς
καὶ
παραμυϑούμενοι
καὶ
μαρτυρόμενοι
εἰς
τὸ
περιπατεῖν
ὑμᾶς
ἀξίως
τοῦ
ϑεοῦ
τοῦ
καλοῦντος
ὑμᾶς
εἰς
τὴν
ἑαυτοῦ
βασιλείαν
καὶ
δόξαν
.
Verse: 13
Καὶ
διὰ
τοῦτο
καὶ
ἡμεῖς
εὐχαριστοῦμεν
τῷ
ϑεῷ
ἀδιαλείπτως
,
ὅτι
παραλαβόντες
λόγον
ἀκοῆς
παρ
'
ἡμῶν
τοῦ
ϑεοῦ
ἐδέξασϑε
οὐ
λόγον
ἀνϑρώπων
ἀλλὰ
καϑώς
ἐστιν
ἀληϑῶς
λόγον
ϑεοῦ
,
ὃς
καὶ
ἐνεργεῖται
ἐν
ὑμῖν
τοῖς
πιστεύουσιν
.
Verse: 14
ὑμεῖς
γὰρ
μιμηταὶ
ἐγενήϑητε
,
ἀδελϕοί
,
τῶν
ἐκκλησιῶν
τοῦ
ϑεοῦ
τῶν
οὐσῶν
ἐν
τῇ
᾽Ιουδαίᾳ
ἐν
Χριστῷ
᾽Ιησοῦ
,
ὅτι
τὰ
αὐτὰ
ἐπάϑετε
καὶ
ὑμεῖς
ὑπὸ
τῶν
ἰδίων
συμϕυλετῶν
καϑὼς
καὶ
αὐτοὶ
ὑπὸ
τῶν
᾽Ιουδαίων
,
Verse: 15
τῶν
καὶ
τὸν
κύριον
ἀποκτεινάντων
᾽Ιησοῦν
καὶ
τοὺς
προϕήτας
,
καὶ
ἡμᾶς
ἐκδιωξάντων
,
καὶ
ϑεῷ
μὴ
ἀρεσκόντων
,
καὶ
πᾶσιν
ἀνϑρώποις
ἐναντίων
,
Verse: 16
κωλυόντων
ἡμᾶς
τοῖς
ἔϑνεσιν
λαλῆσαι
ἵνα
σωϑῶσιν
,
εἰς
τὸ
ἀναπληρῶσαι
αὐτῶν
τὰς
ἁμαρτίας
πάντοτε
.
ἔϕϑασεν
δὲ
ἐπ
'
αὐτοὺς
ἡ
ὀργὴ
εἰς
τέλος
.
Verse: 17
῾Ημεῖς
δέ
,
ἀδελϕοί
,
ἀπορϕανισϑέντες
ἀϕ
'
ὑμῶν
πρὸς
καιρὸν
ὥρας
,
προσώπῳ
οὐ
καρδίᾳ
,
περισσοτέρως
ἐσπουδάσαμεν
τὸ
πρόσωπον
ὑμῶν
ἰδεῖν
ἐν
πολλῇ
ἐπιϑυμίᾳ
.
Verse: 18
διότι
ἠϑελήσαμεν
ἐλϑεῖν
πρὸς
ὑμᾶς
,
ἐγὼ
μὲν
Παῦλος
καὶ
ἅπαξ
καὶ
δίς
,
καὶ
ἐνέκοψεν
ἡμᾶς
ὁ
Σατανᾶς
.
Verse: 19
τίς
γὰρ
ἡμῶν
ἐλπὶς
ἢ
χαρὰ
ἢ
στέϕανος
καυχήσεως
ἢ
οὐχὶ
καὶ
ὑμεῖς
ἔμπροσϑεν
τοῦ
κυρίου
ἡμῶν
᾽Ιησοῦ
ἐν
τῇ
αὐτοῦ
παρουσίᾳ
;
Verse: 20
ὑμεῖς
γάρ
ἐστε
ἡ
δόξα
ἡμῶν
καὶ
ἡ
χαρά
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.