TITUS
Novum Testamentum graece
Part No. 196
Previous part

Chapter: 4 
Verse: 1    Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
Verse: 2    
ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν,
Verse: 3    
κωλυόντων γαμεῖν, ἀπέχεσϑαι βρωμάτων ϑεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήϑειαν.
Verse: 4    
ὅτι πᾶν κτίσμα ϑεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον,
Verse: 5    
ἁγιάζεται γὰρ διὰ λόγου ϑεοῦ καὶ ἐντεύξεως.
Verse: 6    
Ταῦτα ὑποτιϑέμενος τοῖς ἀδελϕοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ ᾽Ιησοῦ, ἐντρεϕόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας παρηκολούϑηκας·
Verse: 7    
τοὺς δὲ βεβήλους καὶ γραώδεις μύϑους παραιτοῦ. γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
Verse: 8    
γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠϕέλιμος, δὲ εὐσέβεια πρὸς πάντα ὠϕέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
Verse: 9    
πιστὸς λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος·
Verse: 10    
εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεϑα, ὅτι ἠλπίκαμεν ἐπὶ ϑεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνϑρώπων, μάλιστα πιστῶν.
Verse: 11    
Παράγγελλε ταῦτα καὶ δίδασκε.
Verse: 12    
μηδείς σου τῆς νεότητος καταϕρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροϕῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ.
Verse: 13    
ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
Verse: 14    
μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ἐδόϑη σοι διὰ προϕητείας μετὰ ἐπιϑέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
Verse: 15    
ταῦτα μελέτα, ἐν τούτοις ἴσϑι, ἵνα σου προκοπὴ ϕανερὰ πᾶσιν.
Verse: 16    
ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.