TITUS
Novum Testamentum graece
Part No. 157
Previous part

Chapter: 6 
Verse: 1    Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ ϑεοῦ δέξασϑαι ὑμᾶς
Verse: 2    
λέγει γάρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήϑησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας
Verse: 3    
μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηϑῇ διακονία,
Verse: 4    
ἀλλ' ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς ϑεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν ϑλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,
Verse: 5    
ἐν πληγαῖς, ἐν ϕυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις,
Verse: 6    
ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροϑυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ,
Verse: 7    
ἐν λόγῳ ἀληϑείας, ἐν δυνάμει ϑεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν,
Verse: 8    
διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσϕημίας καὶ εὐϕημίας· ὡς πλάνοι καὶ ἀληϑεῖς,
Verse: 9    
ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποϑνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ ϑανατούμενοι,
Verse: 10    
ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.
Verse: 11    
Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνϑιοι, καρδία ἡμῶν πεπλάτυνται·
Verse: 12    
οὐ στενοχωρεῖσϑε ἐν ἡμῖν, στενοχωρεῖσϑε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν·
Verse: 13    
τὴν δὲ αὐτὴν ἀντιμισϑίαν, ὡς τέκνοις λέγω, πλατύνϑητε καὶ ὑμεῖς.
Verse: 14    
Μὴ γίνεσϑε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς κοινωνία ϕωτὶ πρὸς σκότος;
Verse: 15    
τίς δὲ συμϕώνησις Χριστοῦ πρὸς Βελιάρ, τίς μερὶς πιστῷ μετὰ ἀπίστου;
Verse: 16    
τίς δὲ συγκατάϑεσις ναῷ ϑεοῦ μετὰ εἰδώλων; ἡμεῖς γὰρ ναὸς ϑεοῦ ἐσμεν ζῶντος· καϑὼς εἶπεν ϑεὸς ὅτι ᾽Ενοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν ϑεός, καὶ αὐτοὶ ἔσονταί μου λαός.
Verse: 17    
διὸ ἐξέλϑατε ἐκ μέσου αὐτῶν καὶ ἀϕορίσϑητε, λέγει κύριος, καὶ ἀκαϑάρτου μὴ ἅπτεσϑε· κἀγὼ εἰσδέξομαι ὑμᾶς,
Verse: 18    
καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσϑέ μοι εἰς υἱοὺς καὶ ϑυγατέρας, λέγει κύριος παντοκράτωρ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.