TITUS
Novum Testamentum graece
Part No. 200
Previous part

Chapter: 2 
Verse: 1    Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾽Ιησοῦ,
Verse: 2    
καὶ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράϑου πιστοῖς ἀνϑρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
Verse: 3    
συγκακοπάϑησον ὡς καλὸς στρατιώτης Χριστοῦ ᾽Ιησοῦ.
Verse: 4    
οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ·
Verse: 5    
ἐὰν δὲ καὶ ἀϑλῇ τις, οὐ στεϕανοῦται ἐὰν μὴ νομίμως ἀϑλήσῃ.
Verse: 6    
τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
Verse: 7    
νόει λέγω· δώσει γάρ σοι κύριος σύνεσιν ἐν πᾶσιν.
Verse: 8    
Μνημόνευε ᾽Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου·
Verse: 9    
ἐν κακοπαϑῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ λόγος τοῦ ϑεοῦ οὐ δέδεται.
Verse: 10    
διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ ᾽Ιησοῦ μετὰ δόξης αἰωνίου.
Verse: 11    
πιστὸς λόγος· εἰ γὰρ συναπεϑάνομεν, καὶ συζήσομεν·
Verse: 12    
εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεϑα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
Verse: 13    
εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασϑαι γὰρ ἑαυτὸν οὐ δύναται.
Verse: 14    
Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ ϑεοῦ μὴ λογομαχεῖν, ἐπ' οὐδὲν χρήσιμον, ἐπὶ καταστροϕῇ τῶν ἀκουόντων.
Verse: 15    
σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ ϑεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρϑοτομοῦντα τὸν λόγον τῆς ἀληϑείας.
Verse: 16    
τὰς δὲ βεβήλους κενοϕωνίας περιίστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας,
Verse: 17    
καὶ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν ῾Υμέναιος καὶ Φίλητος,
Verse: 18    
οἵτινες περὶ τὴν ἀλήϑειαν ἠστόχησαν, λέγοντες [τὴν] ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.
Verse: 19    
μέντοι στερεὸς ϑεμέλιος τοῦ ϑεοῦ ἕστηκεν, ἔχων τὴν σϕραγῖδα ταύτην· ῎Εγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί, ᾽Αποστήτω ἀπὸ ἀδικίας πᾶς ὀνομάζων τὸ ὄνομα κυρίου.
Verse: 20    
᾽Εν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ μὲν εἰς τιμὴν δὲ εἰς ἀτιμίαν·
Verse: 21    
ἐὰν οὖν τις ἐκκαϑάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαϑὸν ἡτοιμασμένον.
Verse: 22    
τὰς δὲ νεωτερικὰς ἐπιϑυμίας ϕεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καϑαρᾶς καρδίας.
Verse: 23    
τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας·
Verse: 24    
δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσϑαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,
Verse: 25    
ἐν πραύτητι παιδεύοντα τοὺς ἀντιδιατιϑεμένους, μήποτε δώῃ αὐτοῖς ϑεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληϑείας,
Verse: 26    
καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου ϑέλημα.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.