TITUS
Novum Testamentum graece
Part No. 101
Chapter: 10
Verse: 1
᾽Ανὴρ
δέ
τις
ἐν
Καισαρείᾳ
ὀνόματι
Κορνήλιος
,
ἑκατοντάρχης
ἐκ
σπείρης
τῆς
καλουμένης
᾽Ιταλικῆς
,
Verse: 2
εὐσεβὴς
καὶ
ϕοβούμενος
τὸν
ϑεὸν
σὺν
παντὶ
τῷ
οἴκῳ
αὐτοῦ
,
ποιῶν
ἐλεημοσύνας
πολλὰς
τῷ
λαῷ
καὶ
δεόμενος
τοῦ
ϑεοῦ
διὰ
παντός
,
Verse: 3
εἶδεν
ἐν
ὁράματι
ϕανερῶς
ὡσεὶ
περὶ
ὥραν
ἐνάτην
τῆς
ἡμέρας
ἄγγελον
τοῦ
ϑεοῦ
εἰσελϑόντα
πρὸς
αὐτὸν
καὶ
εἰπόντα
αὐτῷ
,
Κορνήλιε
.
Verse: 4
ὁ
δὲ
ἀτενίσας
αὐτῷ
καὶ
ἔμϕοβος
γενόμενος
εἶπεν
,
Τί
ἐστιν
,
κύριε
;
εἶπεν
δὲ
αὐτῷ
,
Αἱ
προσευχαί
σου
καὶ
αἱ
ἐλεημοσύναι
σου
ἀνέβησαν
εἰς
μνημόσυνον
ἔμπροσϑεν
τοῦ
ϑεοῦ
.
Verse: 5
καὶ
νῦν
πέμψον
ἄνδρας
εἰς
᾽Ιόππην
καὶ
μετάπεμψαι
Σίμωνά
τινα
ὃς
ἐπικαλεῖται
Πέτρος
·
Verse: 6
οὗτος
ξενίζεται
παρά
τινι
Σίμωνι
βυρσεῖ
,
ᾧ
ἐστιν
οἰκία
παρὰ
ϑάλασσαν
.
Verse: 7
ὡς
δὲ
ἀπῆλϑεν
ὁ
ἄγγελος
ὁ
λαλῶν
αὐτῷ
,
ϕωνήσας
δύο
τῶν
οἰκετῶν
καὶ
στρατιώτην
εὐσεβῆ
τῶν
προσκαρτερούντων
αὐτῷ
,
Verse: 8
καὶ
ἐξηγησάμενος
ἅπαντα
αὐτοῖς
ἀπέστειλεν
αὐτοὺς
εἰς
τὴν
᾽Ιόππην
.
Verse: 9
Τῇ
δὲ
ἐπαύριον
ὁδοιπορούντων
ἐκείνων
καὶ
τῇ
πόλει
ἐγγιζόντων
ἀνέβη
Πέτρος
ἐπὶ
τὸ
δῶμα
προσεύξασϑαι
περὶ
ὥραν
ἕκτην
.
Verse: 10
ἐγένετο
δὲ
πρόσπεινος
καὶ
ἤϑελεν
γεύσασϑαι
·
παρασκευαζόντων
δὲ
αὐτῶν
ἐγένετο
ἐπ
'
αὐτὸν
ἔκστασις
,
Verse: 11
καὶ
ϑεωρεῖ
τὸν
οὐρανὸν
ἀνεῳγμένον
καὶ
καταβαῖνον
σκεῦός
τι
ὡς
ὀϑόνην
μεγάλην
τέσσαρσιν
ἀρχαῖς
καϑιέμενον
ἐπὶ
τῆς
γῆς
,
Verse: 12
ἐν
ᾧ
ὑπῆρχεν
πάντα
τὰ
τετράποδα
καὶ
ἑρπετὰ
τῆς
γῆς
καὶ
πετεινὰ
τοῦ
οὐρανοῦ
.
Verse: 13
καὶ
ἐγένετο
ϕωνὴ
πρὸς
αὐτόν
,
᾽Αναστάς
,
Πέτρε
,
ϑῦσον
καὶ
ϕάγε
.
Verse: 14
ὁ
δὲ
Πέτρος
εἶπεν
,
Μηδαμῶς
,
κύριε
,
ὅτι
οὐδέποτε
ἔϕαγον
πᾶν
κοινὸν
καὶ
ἀκάϑαρτον
.
Verse: 15
καὶ
ϕωνὴ
πάλιν
ἐκ
δευτέρου
πρὸς
αὐτόν
,
῝Α
ὁ
ϑεὸς
ἐκαϑάρισεν
σὺ
μὴ
κοίνου
.
Verse: 16
τοῦτο
δὲ
ἐγένετο
ἐπὶ
τρίς
,
καὶ
εὐϑὺς
ἀνελήμϕϑη
τὸ
σκεῦος
εἰς
τὸν
οὐρανόν
.
Verse: 17
῾Ως
δὲ
ἐν
ἑαυτῷ
διηπόρει
ὁ
Πέτρος
τί
ἂν
εἴη
τὸ
ὅραμα
ὃ
εἶδεν
,
ἰδοὺ
οἱ
ἄνδρες
οἱ
ἀπεσταλμένοι
ὑπὸ
τοῦ
Κορνηλίου
διερωτήσαντες
τὴν
οἰκίαν
τοῦ
Σίμωνος
ἐπέστησαν
ἐπὶ
τὸν
πυλῶνα
,
Verse: 18
καὶ
ϕωνήσαντες
ἐπυνϑάνοντο
εἰ
Σίμων
ὁ
ἐπικαλούμενος
Πέτρος
ἐνϑάδε
ξενίζεται
.
Verse: 19
τοῦ
δὲ
Πέτρου
διενϑυμουμένου
περὶ
τοῦ
ὁράματος
εἶπεν
[αὐτῷ]
τὸ
πνεῦμα
,
᾽Ιδοὺ
ἄνδρες
[δύο]
ζητοῦσίν
σε
·
Verse: 20
ἀλλὰ
ἀναστὰς
κατάβηϑι
καὶ
πορεύου
σὺν
αὐτοῖς
μηδὲν
διακρινόμενος
,
ὅτι
ἐγὼ
ἀπέσταλκα
αὐτούς
.
Verse: 21
καταβὰς
δὲ
Πέτρος
πρὸς
τοὺς
ἄνδρας
εἶπεν
,
᾽Ιδοὺ
ἐγώ
εἰμι
ὃν
ζητεῖτε
·
τίς
ἡ
αἰτία
δι
'
ἣν
πάρεστε
;
Verse: 22
οἱ
δὲ
εἶπαν
,
Κορνήλιος
ἑκατοντάρχης
,
ἀνὴρ
δίκαιος
καὶ
ϕοβούμενος
τὸν
ϑεὸν
μαρτυρούμενός
τε
ὑπὸ
ὅλου
τοῦ
ἔϑνους
τῶν
᾽Ιουδαίων
,
ἐχρηματίσϑη
ὑπὸ
ἀγγέλου
ἁγίου
μεταπέμψασϑαί
σε
εἰς
τὸν
οἶκον
αὐτοῦ
καὶ
ἀκοῦσαι
ῥήματα
παρὰ
σοῦ
.
Verse: 23
εἰσκαλεσάμενος
οὖν
αὐτοὺς
ἐξένισεν
.
Τῇ
δὲ
ἐπαύριον
ἀναστὰς
ἐξῆλϑεν
σὺν
αὐτοῖς
,
καί
τινες
τῶν
ἀδελϕῶν
τῶν
ἀπὸ
᾽Ιόππης
συνῆλϑον
αὐτῷ
.
Verse: 24
τῇ
δὲ
ἐπαύριον
εἰσῆλϑεν
εἰς
τὴν
Καισάρειαν
·
ὁ
δὲ
Κορνήλιος
ἦν
προσδοκῶν
αὐτούς
,
συγκαλεσάμενος
τοὺς
συγγενεῖς
αὐτοῦ
καὶ
τοὺς
ἀναγκαίους
ϕίλους
.
Verse: 25
ὡς
δὲ
ἐγένετο
τοῦ
εἰσελϑεῖν
τὸν
Πέτρον
,
συναντήσας
αὐτῷ
ὁ
Κορνήλιος
πεσὼν
ἐπὶ
τοὺς
πόδας
προσεκύνησεν
.
Verse: 26
ὁ
δὲ
Πέτρος
ἤγειρεν
αὐτὸν
λέγων
,
᾽Ανάστηϑι
·
καὶ
ἐγὼ
αὐτὸς
ἄνϑρωπός
εἰμι
.
Verse: 27
καὶ
συνομιλῶν
αὐτῷ
εἰσῆλϑεν
,
καὶ
εὑρίσκει
συνεληλυϑότας
πολλούς
,
Verse: 28
ἔϕη
τε
πρὸς
αὐτούς
,
῾Υμεῖς
ἐπίστασϑε
ὡς
ἀϑέμιτόν
ἐστιν
ἀνδρὶ
᾽Ιουδαίῳ
κολλᾶσϑαι
ἢ
προσέρχεσϑαι
ἀλλοϕύλῳ
·
κἀμοὶ
ὁ
ϑεὸς
ἔδειξεν
μηδένα
κοινὸν
ἢ
ἀκάϑαρτον
λέγειν
ἄνϑρωπον
·
Verse: 29
διὸ
καὶ
ἀναντιρρήτως
ἦλϑον
μεταπεμϕϑείς
.
πυνϑάνομαι
οὖν
τίνι
λόγῳ
μετεπέμψασϑέ
με
;
Verse: 30
καὶ
ὁ
Κορνήλιος
ἔϕη
,
᾽Απὸ
τετάρτης
ἡμέρας
μέχρι
ταύτης
τῆς
ὥρας
ἤμην
τὴν
ἐνάτην
προσευχόμενος
ἐν
τῷ
οἴκῳ
μου
,
καὶ
ἰδοὺ
ἀνὴρ
ἔστη
ἐνώπιόν
μου
ἐν
ἐσϑῆτι
λαμπρᾷ
Verse: 31
καὶ
ϕησίν
,
Κορνήλιε
,
εἰσηκούσϑη
σου
ἡ
προσευχὴ
καὶ
αἱ
ἐλεημοσύναι
σου
ἐμνήσϑησαν
ἐνώπιον
τοῦ
ϑεοῦ
.
Verse: 32
πέμψον
οὖν
εἰς
᾽Ιόππην
καὶ
μετακάλεσαι
Σίμωνα
ὃς
ἐπικαλεῖται
Πέτρος
·
οὗτος
ξενίζεται
ἐν
οἰκίᾳ
Σίμωνος
βυρσέως
παρὰ
ϑάλασσαν
.
Verse: 33
ἐξαυτῆς
οὖν
ἔπεμψα
πρὸς
σέ
,
σύ
τε
καλῶς
ἐποίησας
παραγενόμενος
.
νῦν
οὖν
πάντες
ἡμεῖς
ἐνώπιον
τοῦ
ϑεοῦ
πάρεσμεν
ἀκοῦσαι
πάντα
τὰ
προστεταγμένα
σοι
ὑπὸ
τοῦ
κυρίου
.
Verse: 34
᾽Ανοίξας
δὲ
Πέτρος
τὸ
στόμα
εἶπεν
,
᾽Επ
'
ἀληϑείας
καταλαμβάνομαι
ὅτι
οὐκ
ἔστιν
προσωπολήμπτης
ὁ
ϑεός
,
Verse: 35
ἀλλ
'
ἐν
παντὶ
ἔϑνει
ὁ
ϕοβούμενος
αὐτὸν
καὶ
ἐργαζόμενος
δικαιοσύνην
δεκτὸς
αὐτῷ
ἐστιν
.
Verse: 36
τὸν
λόγον
[ὃν]
ἀπέστειλεν
τοῖς
υἱοῖς
᾽Ισραὴλ
εὐαγγελιζόμενος
εἰρήνην
διὰ
᾽Ιησοῦ
Χριστοῦ
οὗτός
ἐστιν
πάντων
κύριος
Verse: 37
ὑμεῖς
οἴδατε
,
τὸ
γενόμενον
ῥῆμα
καϑ
'
ὅλης
τῆς
᾽Ιουδαίας
,
ἀρξάμενος
ἀπὸ
τῆς
Γαλιλαίας
μετὰ
τὸ
βάπτισμα
ὃ
ἐκήρυξεν
᾽Ιωάννης
,
Verse: 38
᾽Ιησοῦν
τὸν
ἀπὸ
Ναζαρέϑ
,
ὡς
ἔχρισεν
αὐτὸν
ὁ
ϑεὸς
πνεύματι
ἁγίῳ
καὶ
δυνάμει
,
ὃς
διῆλϑεν
εὐεργετῶν
καὶ
ἰώμενος
πάντας
τοὺς
καταδυναστευομένους
ὑπὸ
τοῦ
διαβόλου
,
ὅτι
ὁ
ϑεὸς
ἦν
μετ
'
αὐτοῦ
.
Verse: 39
καὶ
ἡμεῖς
μάρτυρες
πάντων
ὧν
ἐποίησεν
ἔν
τε
τῇ
χώρᾳ
τῶν
᾽Ιουδαίων
καὶ
᾽Ιερουσαλήμ
·
ὃν
καὶ
ἀνεῖλαν
κρεμάσαντες
ἐπὶ
ξύλου
.
Verse: 40
τοῦτον
ὁ
ϑεὸς
ἤγειρεν
τῇ
τρίτῃ
ἡμέρᾳ
καὶ
ἔδωκεν
αὐτὸν
ἐμϕανῆ
γενέσϑαι
,
Verse: 41
οὐ
παντὶ
τῷ
λαῷ
ἀλλὰ
μάρτυσιν
τοῖς
προκεχειροτονημένοις
ὑπὸ
τοῦ
ϑεοῦ
,
ἡμῖν
,
οἵτινες
συνεϕάγομεν
καὶ
συνεπίομεν
αὐτῷ
μετὰ
τὸ
ἀναστῆναι
αὐτὸν
ἐκ
νεκρῶν
·
Verse: 42
καὶ
παρήγγειλεν
ἡμῖν
κηρύξαι
τῷ
λαῷ
καὶ
διαμαρτύρασϑαι
ὅτι
οὗτός
ἐστιν
ὁ
ὡρισμένος
ὑπὸ
τοῦ
ϑεοῦ
κριτὴς
ζώντων
καὶ
νεκρῶν
.
Verse: 43
τούτῳ
πάντες
οἱ
προϕῆται
μαρτυροῦσιν
,
ἄϕεσιν
ἁμαρτιῶν
λαβεῖν
διὰ
τοῦ
ὀνόματος
αὐτοῦ
πάντα
τὸν
πιστεύοντα
εἰς
αὐτόν
.
Verse: 44
῎Ετι
λαλοῦντος
τοῦ
Πέτρου
τὰ
ῥήματα
ταῦτα
ἐπέπεσεν
τὸ
πνεῦμα
τὸ
ἅγιον
ἐπὶ
πάντας
τοὺς
ἀκούοντας
τὸν
λόγον
.
Verse: 45
καὶ
ἐξέστησαν
οἱ
ἐκ
περιτομῆς
πιστοὶ
ὅσοι
συνῆλϑαν
τῷ
Πέτρῳ
,
ὅτι
καὶ
ἐπὶ
τὰ
ἔϑνη
ἡ
δωρεὰ
τοῦ
πνεύματος
τοῦ
ἁγίου
ἐκκέχυται
·
Verse: 46
ἤκουον
γὰρ
αὐτῶν
λαλούντων
γλώσσαις
καὶ
μεγαλυνόντων
τὸν
ϑεόν
.
τότε
ἀπεκρίϑη
Πέτρος
,
Verse: 47
Μήτι
τὸ
ὕδωρ
δύναται
κωλῦσαί
τις
τοῦ
μὴ
βαπτισϑῆναι
τούτους
οἵτινες
τὸ
πνεῦμα
τὸ
ἅγιον
ἔλαβον
ὡς
καὶ
ἡμεῖς
;
Verse: 48
προσέταξεν
δὲ
αὐτοὺς
ἐν
τῷ
ὀνόματι
᾽Ιησοῦ
Χριστοῦ
βαπτισϑῆναι
.
τότε
ἠρώτησαν
αὐτὸν
ἐπιμεῖναι
ἡμέρας
τινάς
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.