TITUS
Novum Testamentum graece
Part No. 101
Previous part

Chapter: 10 
Verse: 1    ᾽Ανὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης ᾽Ιταλικῆς,
Verse: 2    
εὐσεβὴς καὶ ϕοβούμενος τὸν ϑεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ ϑεοῦ διὰ παντός,
Verse: 3    
εἶδεν ἐν ὁράματι ϕανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ ϑεοῦ εἰσελϑόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ, Κορνήλιε.
Verse: 4    
δὲ ἀτενίσας αὐτῷ καὶ ἔμϕοβος γενόμενος εἶπεν, Τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσϑεν τοῦ ϑεοῦ.
Verse: 5    
καὶ νῦν πέμψον ἄνδρας εἰς ᾽Ιόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλεῖται Πέτρος·
Verse: 6    
οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ἐστιν οἰκία παρὰ ϑάλασσαν.
Verse: 7    
ὡς δὲ ἀπῆλϑεν ἄγγελος λαλῶν αὐτῷ, ϕωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
Verse: 8    
καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν ᾽Ιόππην.
Verse: 9    
Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασϑαι περὶ ὥραν ἕκτην.
Verse: 10    
ἐγένετο δὲ πρόσπεινος καὶ ἤϑελεν γεύσασϑαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ' αὐτὸν ἔκστασις,
Verse: 11    
καὶ ϑεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀϑόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καϑιέμενον ἐπὶ τῆς γῆς,
Verse: 12    
ἐν ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ.
Verse: 13    
καὶ ἐγένετο ϕωνὴ πρὸς αὐτόν, ᾽Αναστάς, Πέτρε, ϑῦσον καὶ ϕάγε.
Verse: 14    
δὲ Πέτρος εἶπεν, Μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔϕαγον πᾶν κοινὸν καὶ ἀκάϑαρτον.
Verse: 15    
καὶ ϕωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, ῝Α ϑεὸς ἐκαϑάρισεν σὺ μὴ κοίνου.
Verse: 16    
τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐϑὺς ἀνελήμϕϑη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
Verse: 17    
῾Ως δὲ ἐν ἑαυτῷ διηπόρει Πέτρος τί ἂν εἴη τὸ ὅραμα εἶδεν, ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
Verse: 18    
καὶ ϕωνήσαντες ἐπυνϑάνοντο εἰ Σίμων ἐπικαλούμενος Πέτρος ἐνϑάδε ξενίζεται.
Verse: 19    
τοῦ δὲ Πέτρου διενϑυμουμένου περὶ τοῦ ὁράματος εἶπεν [αὐτῷ] τὸ πνεῦμα, ᾽Ιδοὺ ἄνδρες [δύο] ζητοῦσίν σε·
Verse: 20    
ἀλλὰ ἀναστὰς κατάβηϑι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς.
Verse: 21    
καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν, ᾽Ιδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς αἰτία δι' ἣν πάρεστε;
Verse: 22    
οἱ δὲ εἶπαν, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ ϕοβούμενος τὸν ϑεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔϑνους τῶν ᾽Ιουδαίων, ἐχρηματίσϑη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασϑαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
Verse: 23    
εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλϑεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελϕῶν τῶν ἀπὸ ᾽Ιόππης συνῆλϑον αὐτῷ.
Verse: 24    
τῇ δὲ ἐπαύριον εἰσῆλϑεν εἰς τὴν Καισάρειαν· δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους ϕίλους.
Verse: 25    
ὡς δὲ ἐγένετο τοῦ εἰσελϑεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
Verse: 26    
δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων, ᾽Ανάστηϑι· καὶ ἐγὼ αὐτὸς ἄνϑρωπός εἰμι.
Verse: 27    
καὶ συνομιλῶν αὐτῷ εἰσῆλϑεν, καὶ εὑρίσκει συνεληλυϑότας πολλούς,
Verse: 28    
ἔϕη τε πρὸς αὐτούς, ῾Υμεῖς ἐπίστασϑε ὡς ἀϑέμιτόν ἐστιν ἀνδρὶ ᾽Ιουδαίῳ κολλᾶσϑαι προσέρχεσϑαι ἀλλοϕύλῳ· κἀμοὶ ϑεὸς ἔδειξεν μηδένα κοινὸν ἀκάϑαρτον λέγειν ἄνϑρωπον·
Verse: 29    
διὸ καὶ ἀναντιρρήτως ἦλϑον μεταπεμϕϑείς. πυνϑάνομαι οὖν τίνι λόγῳ μετεπέμψασϑέ με;
Verse: 30    
καὶ Κορνήλιος ἔϕη, ᾽Απὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσϑῆτι λαμπρᾷ
Verse: 31    
καὶ ϕησίν, Κορνήλιε, εἰσηκούσϑη σου προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσϑησαν ἐνώπιον τοῦ ϑεοῦ.
Verse: 32    
πέμψον οὖν εἰς ᾽Ιόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ ϑάλασσαν.
Verse: 33    
ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ ϑεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου.
Verse: 34    
᾽Ανοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν, ᾽Επ' ἀληϑείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ϑεός,
Verse: 35    
ἀλλ' ἐν παντὶ ἔϑνει ϕοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.
Verse: 36    
τὸν λόγον [ὃν] ἀπέστειλεν τοῖς υἱοῖς ᾽Ισραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ᾽Ιησοῦ Χριστοῦ οὗτός ἐστιν πάντων κύριος
Verse: 37    
ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καϑ' ὅλης τῆς ᾽Ιουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ἐκήρυξεν ᾽Ιωάννης,
Verse: 38    
᾽Ιησοῦν τὸν ἀπὸ Ναζαρέϑ, ὡς ἔχρισεν αὐτὸν ϑεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλϑεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ϑεὸς ἦν μετ' αὐτοῦ.
Verse: 39    
καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν ᾽Ιουδαίων καὶ ᾽Ιερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου.
Verse: 40    
τοῦτον ϑεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμϕανῆ γενέσϑαι,
Verse: 41    
οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ ϑεοῦ, ἡμῖν, οἵτινες συνεϕάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
Verse: 42    
καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασϑαι ὅτι οὗτός ἐστιν ὡρισμένος ὑπὸ τοῦ ϑεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
Verse: 43    
τούτῳ πάντες οἱ προϕῆται μαρτυροῦσιν, ἄϕεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
Verse: 44    
῎Ετι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
Verse: 45    
καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλϑαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔϑνη δωρεὰ τοῦ πνεύματος τοῦ ἁγίου ἐκκέχυται·
Verse: 46    
ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν ϑεόν. τότε ἀπεκρίϑη Πέτρος,
Verse: 47    
Μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισϑῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;
Verse: 48    
προσέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόματι ᾽Ιησοῦ Χριστοῦ βαπτισϑῆναι. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.