TITUS
Novum Testamentum graece
Part No. 169
Previous part

Chapter: 5 
Verse: 1    τῇ ἐλευϑερίᾳ ἡμᾶς Χριστὸς ἠλευϑέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσϑε. /
Verse: 2    
῎Ιδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησϑε Χριστὸς ὑμᾶς οὐδὲν ὠϕελήσει.
Verse: 3    
μαρτύρομαι δὲ πάλιν παντὶ ἀνϑρώπῳ περιτεμνομένῳ ὅτι ὀϕειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
Verse: 4    
κατηργήϑητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσϑε, τῆς χάριτος ἐξεπέσατε.
Verse: 5    
ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεϑα.
Verse: 6    
ἐν γὰρ Χριστῷ ᾽Ιησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη.
Verse: 7    
᾽Ετρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν [τῇ] ἀληϑείᾳ μὴ πείϑεσϑαι;
Verse: 8    
πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
Verse: 9    
μικρὰ ζύμη ὅλον τὸ ϕύραμα ζυμοῖ.
Verse: 10    
ἐγὼ πέποιϑα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο ϕρονήσετε· δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἐὰν .
Verse: 11    
ἐγὼ δέ, ἀδελϕοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
Verse: 12    
ὄϕελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
Verse: 13    
῾Υμεῖς γὰρ ἐπ' ἐλευϑερίᾳ ἐκλήϑητε, ἀδελϕοί· μόνον μὴ τὴν ἐλευϑερίαν εἰς ἀϕορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
Verse: 14    
γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ ᾽Αγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Verse: 15    
εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσϑίετε, βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωϑῆτε.
Verse: 16    
Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιϑυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
Verse: 17    
γὰρ σὰρξ ἐπιϑυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἐὰν ϑέλητε ταῦτα ποιῆτε.
Verse: 18    
εἰ δὲ πνεύματι ἄγεσϑε, οὐκ ἐστὲ ὑπὸ νόμον.
Verse: 19    
ϕανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαϑαρσία, ἀσέλγεια,
Verse: 20    
εἰδωλολατρία, ϕαρμακεία, ἔχϑραι, ἔρις, ζῆλος, ϑυμοί, ἐριϑείαι, διχοστασίαι, αἱρέσεις,
Verse: 21    
ϕϑόνοι, μέϑαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, προλέγω ὑμῖν καϑὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν ϑεοῦ οὐ κληρονομήσουσιν.
Verse: 22    
῾Ο δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροϑυμία, χρηστότης, ἀγαϑωσύνη, πίστις,
Verse: 23    
πραύτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.
Verse: 24    
οἱ δὲ τοῦ Χριστοῦ [᾽Ιησοῦ] τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παϑήμασιν καὶ ταῖς ἐπιϑυμίαις.
Verse: 25    
εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
Verse: 26    
μὴ γινώμεϑα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις ϕϑονοῦντες. /

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.