TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 970
Previous part

Chapter: 2 
Verse: 1    Τῷ ἑβδόμῳ μηνὶ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς ἐλάλησεν κύριος ἐν χειρὶ Αγγαιου τοῦ προϕήτου λέγων
Verse: 2    
Εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαϑιηλ ἐκ ϕυλῆς Ιουδα καὶ πρὸς ᾽Ιησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων
Verse: 3    
Τίς ἐξ ὑμῶν ὃς εἶδεν τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσϑεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν; καϑὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν.
Verse: 4    
καὶ νῦν κατίσχυε, Ζοροβαβελ, λέγει κύριος, καὶ κατίσχυε, ᾽Ιησοῦ τοῦ Ιωσεδεκ ἱερεὺς μέγας, καὶ κατισχυέτω πᾶς λαὸς τῆς γῆς, λέγει κύριος, καὶ ποιεῖτε· διότι μεϑ' ὑμῶν ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ,
Verse: 5    
καὶ τὸ πνεῦμά μου ἐϕέστηκεν ἐν μέσῳ ὑμῶν· ϑαρσεῖτε.
Verse: 6    
διότι τάδε λέγει κύριος παντοκράτωρ ῎Ετι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν ϑάλασσαν καὶ τὴν ξηράν·
Verse: 7    
καὶ συσσείσω πάντα τὰ ἔϑνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐϑνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει κύριος παντοκράτωρ.
Verse: 8    
ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει κύριος παντοκράτωρ.
Verse: 9    
διότι μεγάλη ἔσται δόξα τοῦ οἴκου τούτου ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον.
Verse: 10    
Τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Αγγαιον τὸν προϕήτην λέγων
Verse: 11    
Τάδε λέγει κύριος παντοκράτωρ ᾽Επερώτησον τοὺς ἱερεῖς νόμον λέγων
Verse: 12    
᾽Εὰν λάβῃ ἄνϑρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἑψέματος οἴνου ἐλαίου παντὸς βρώματος, εἰ ἁγιασϑήσεται; καὶ ἀπεκρίϑησαν οἱ ἱερεῖς καὶ εἶπαν Οὔ.
Verse: 13    
καὶ εἶπεν Αγγαιος ᾽Εὰν ἅψηται μεμιαμμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων, εἰ μιανϑήσεται; καὶ ἀπεκρίϑησαν οἱ ἱερεῖς καὶ εἶπαν Μιανϑήσεται.
Verse: 14    
καὶ ἀπεκρίϑη Αγγαιος καὶ εἶπεν Οὕτως λαὸς οὗτος καὶ οὕτως τὸ ἔϑνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανϑήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρϑρινῶν, ὀδυνηϑήσονται ἀπὸ προσώπου πόνων αὐτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας.
Verse: 15    
καὶ νῦν ϑέσϑε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ τοῦ ϑεῖναι λίϑον ἐπὶ λίϑον ἐν τῷ ναῷ κυρίου
Verse: 16    
τίνες ἦτε· ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριϑῆς εἴκοσι σάτα, καὶ ἐγένετο κριϑῆς δέκα σάτα· καὶ εἰσεπορεύεσϑε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι.
Verse: 17    
ἐπάταξα ὑμᾶς ἐν ἀϕορίᾳ καὶ ἐν ἀνεμοϕϑορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει κύριος.
Verse: 18    
ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα· ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας, ἧς ἐϑεμελιώϑη ναὸς κυρίου, ϑέσϑε ἐν ταῖς καρδίαις ὑμῶν
Verse: 19    
εἰ ἔτι ἐπιγνωσϑήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἄμπελος καὶ συκῆ καὶ ῥόα καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ ϕέροντα καρπόν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.
Verse: 20    
Καὶ ἐγένετο λόγος κυρίου ἐκ δευτέρου πρὸς Αγγαιον τὸν προϕήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων
Verse: 21    
Εἰπὸν πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαϑιηλ ἐκ ϕυλῆς Ιουδα λέγων ᾽Εγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν ϑάλασσαν καὶ τὴν ξηρὰν
Verse: 22    
καὶ καταστρέψω ϑρόνους βασιλέων καὶ ὀλεϑρεύσω δύναμιν βασιλέων τῶν ἐϑνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν ἕκαστος ἐν ῥομϕαίᾳ πρὸς τὸν ἀδελϕὸν αὐτοῦ.
Verse: 23    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, λήμψομαί σε Ζοροβαβελ τὸν τοῦ Σαλαϑιηλ τὸν δοῦλόν μου, λέγει κύριος, καὶ ϑήσομαί σε ὡς σϕραγῖδα, διότι σὲ ᾑρέτισα, λέγει κύριος παντοκράτωρ. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.