TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 935
Previous part

Book: Am. 
ΑΜΩΣ


Chapter: 1 
Verse: 1    Λόγοι Αμως, οἳ ἐγένοντο ἐν νακκαριμ ἐκ Θεκουε, οὓς εἶδεν ὑπὲρ Ιερουσαλημ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ τοῦ Ιωας βασιλέως Ισραηλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.
Verse: 2    
Καὶ εἶπεν Κύριος ἐκ Σιων ἐϕϑέγξατο καὶ ἐξ Ιερουσαλημ ἔδωκεν ϕωνὴν αὐτοῦ, καὶ ἐπένϑησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνϑη κορυϕὴ τοῦ Καρμήλου.
Verse: 3    
Καὶ εἶπεν κύριος ᾽Επὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἀνϑ' ὧν ἔπριζον πρίοσιν σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλααδ·
Verse: 4    
καὶ ἐξαποστελῶ πῦρ εἰς τὸν οἶκον Αζαηλ, καὶ καταϕάγεται ϑεμέλια υἱοῦ Αδερ·
Verse: 5    
καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ καὶ ἐξολεϑρεύσω κατοικοῦντας ἐκ πεδίου Ων καὶ κατακόψω ϕυλὴν ἐξ ἀνδρῶν Χαρραν, καὶ αἰχμαλωτευϑήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει κύριος.
Verse: 6    
Τάδε λέγει κύριος ᾽Επὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτούς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμων τοῦ συγκλεῖσαι εἰς τὴν Ιδουμαίαν·
Verse: 7    
καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταϕάγεται ϑεμέλια αὐτῆς·
Verse: 8    
καὶ ἐξολεϑρεύσω κατοικοῦντας ἐξ ᾽Αζώτου, καὶ ἐξαρϑήσεται ϕυλὴ ἐξ ᾽Ασκαλῶνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ Ακκαρων, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοϕύλων, λέγει κύριος.
Verse: 9    
Τάδε λέγει κύριος ᾽Επὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτήν, ἀνϑ' ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμων εἰς τὴν Ιδουμαίαν καὶ οὐκ ἐμνήσϑησαν διαϑήκης ἀδελϕῶν·
Verse: 10    
καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταϕάγεται ϑεμέλια αὐτῆς.
Verse: 11    
Τάδε λέγει κύριος ᾽Επὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Ιδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτούς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομϕαίᾳ τὸν ἀδελϕὸν αὐτοῦ καὶ ἐλυμήνατο μήτραν ἐπὶ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον ϕρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐϕύλαξεν εἰς νεῖκος·
Verse: 12    
καὶ ἐξαποστελῶ πῦρ εἰς Θαιμαν, καὶ καταϕάγεται ϑεμέλια τειχέων αὐτῆς.
Verse: 13    
Τάδε λέγει κύριος ᾽Επὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Αμμων καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἀνϑ' ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσιν τὰ ὅρια αὐτῶν·
Verse: 14    
καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη Ραββα, καὶ καταϕάγεται ϑεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισϑήσεται ἐν ἡμέρᾳ συντελείας αὐτῆς·
Verse: 15    
καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.