TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 936
Previous part

Chapter: 2 
Verse: 1    Τάδε λέγει κύριος ᾽Επὶ ταῖς τρισὶν ἀσεβείαις Μωαβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἀνϑ' ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ιδουμαίας εἰς κονίαν·
Verse: 2    
καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Μωαβ, καὶ καταϕάγεται ϑεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποϑανεῖται ἐν ἀδυναμίᾳ Μωαβ μετὰ κραυγῆς καὶ μετὰ ϕωνῆς σάλπιγγος·
Verse: 3    
καὶ ἐξολεϑρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας τοὺς ἄρχοντας αὐτῆς ἀποκτενῶ μετ' αὐτοῦ, λέγει κύριος.
Verse: 4    
Τάδε λέγει κύριος ᾽Επὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ιουδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἕνεκα τοῦ ἀπώσασϑαι αὐτοὺς τὸν νόμον κυρίου καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐϕυλάξαντο καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν, ἐποίησαν, οἷς ἐξηκολούϑησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν·
Verse: 5    
καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ιουδαν, καὶ καταϕάγεται ϑεμέλια Ιερουσαλημ.
Verse: 6    
Τάδε λέγει κύριος ᾽Επὶ ταῖς τρισὶν ἀσεβείαις Ισραηλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἀνϑ' ὧν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων,
Verse: 7    
τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς καὶ ἐκονδύλιζον εἰς κεϕαλὰς πτωχῶν καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν, καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσιν τὸ ὄνομα τοῦ ϑεοῦ αὐτῶν,
Verse: 8    
καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ ϑυσιαστηρίου καὶ οἶνον ἐκ συκοϕαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ ϑεοῦ αὐτῶν.
Verse: 9    
ἐγὼ δὲ ἐξῆρα τὸν Αμορραῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν καϑὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξῆρα τὸν καρπὸν αὐτοῦ ἐπάνωϑεν καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωϑεν·
Verse: 10    
καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Αμορραίων·
Verse: 11    
καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προϕήτας καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν· μὴ οὐκ ἔστιν ταῦτα, υἱοὶ Ισραηλ; λέγει κύριος.
Verse: 12    
καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον καὶ τοῖς προϕήταις ἐνετέλλεσϑε λέγοντες Οὐ μὴ προϕητεύσητε.
Verse: 13    
διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἅμαξα γέμουσα καλάμης·
Verse: 14    
καὶ ἀπολεῖται ϕυγὴ ἐκ δρομέως, καὶ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ,
Verse: 15    
καὶ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωϑῇ, οὐδὲ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ,
Verse: 16    
καὶ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις, γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.