TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 937
Chapter: 3
Verse: 1
᾽Ακούσατε
τὸν
λόγον
τοῦτον
,
ὃν
ἐλάλησεν
κύριος
ἐϕ
'
ὑμᾶς
,
οἶκος
Ισραηλ
,
καὶ
κατὰ
πάσης
ϕυλῆς
,
ἧς
ἀνήγαγον
ἐκ
γῆς
Αἰγύπτου
,
λέγων
Verse: 2
Πλὴν
ὑμᾶς
ἔγνων
ἐκ
πασῶν
ϕυλῶν
τῆς
γῆς
·
διὰ
τοῦτο
ἐκδικήσω
ἐϕ
'
ὑμᾶς
πάσας
τὰς
ἁμαρτίας
ὑμῶν
.
Verse: 3
εἰ
πορεύσονται
δύο
ἐπὶ
τὸ
αὐτὸ
καϑόλου
ἐὰν
μὴ
γνωρίσωσιν
ἑαυτούς
;
Verse: 4
εἰ
ἐρεύξεται
λέων
ἐκ
τοῦ
δρυμοῦ
αὐτοῦ
ϑήραν
οὐκ
ἔχων
;
εἰ
δώσει
σκύμνος
ϕωνὴν
αὐτοῦ
ἐκ
τῆς
μάνδρας
αὐτοῦ
καϑόλου
ἐὰν
μὴ
ἁρπάσῃ
τι
;
Verse: 5
εἰ
πεσεῖται
ὄρνεον
ἐπὶ
τὴν
γῆν
ἄνευ
ἰξευτοῦ
;
εἰ
σχασϑήσεται
παγὶς
ἐπὶ
τῆς
γῆς
ἄνευ
τοῦ
συλλαβεῖν
τι
;
Verse: 6
εἰ
ϕωνήσει
σάλπιγξ
ἐν
πόλει
καὶ
λαὸς
οὐ
πτοηϑήσεται
;
εἰ
ἔσται
κακία
ἐν
πόλει
ἣν
κύριος
οὐκ
ἐποίησεν
;
Verse: 7
διότι
οὐ
μὴ
ποιήσῃ
κύριος
ὁ
ϑεὸς
πρᾶγμα
,
ἐὰν
μὴ
ἀποκαλύψῃ
παιδείαν
αὐτοῦ
πρὸς
τοὺς
δούλους
αὐτοῦ
τοὺς
προϕήτας
.
Verse: 8
λέων
ἐρεύξεται
,
καὶ
τίς
οὐ
ϕοβηϑήσεται
;
κύριος
ὁ
ϑεὸς
ἐλάλησεν
,
καὶ
τίς
οὐ
προϕητεύσει
;
Verse: 9
᾽Απαγγείλατε
χώραις
ἐν
᾽Ασσυρίοις
καὶ
ἐπὶ
τὰς
χώρας
τῆς
Αἰγύπτου
καὶ
εἴπατε
Συνάχϑητε
ἐπὶ
τὸ
ὄρος
Σαμαρείας
καὶ
ἴδετε
ϑαυμαστὰ
πολλὰ
ἐν
μέσῳ
αὐτῆς
καὶ
τὴν
καταδυναστείαν
τὴν
ἐν
αὐτῇ
·
Verse: 10
καὶ
οὐκ
ἔγνω
ἃ
ἔσται
ἐναντίον
αὐτῆς
,
λέγει
κύριος
,
οἱ
ϑησαυρίζοντες
ἀδικίαν
καὶ
ταλαιπωρίαν
ἐν
ταῖς
χώραις
αὐτῶν
.
Verse: 11
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
ὁ
ϑεός
Τύρος
,
κυκλόϑεν
ἡ
γῆ
σου
ἐρημωϑήσεται
,
καὶ
κατάξει
ἐκ
σοῦ
ἰσχύν
σου
,
καὶ
διαρπαγήσονται
αἱ
χῶραί
σου
.
Verse: 12
τάδε
λέγει
κύριος
῝Ον
τρόπον
ὅταν
ἐκσπάσῃ
ὁ
ποιμὴν
ἐκ
στόματος
τοῦ
λέοντος
δύο
σκέλη
ἢ
λοβὸν
ὠτίου
,
οὕτως
ἐκσπασϑήσονται
οἱ
υἱοὶ
Ισραηλ
οἱ
κατοικοῦντες
ἐν
Σαμαρείᾳ
κατέναντι
ϕυλῆς
καὶ
ἐν
Δαμασκῷ
ἱερεῖς
.
Verse: 13
ἀκούσατε
καὶ
ἐπιμαρτύρασϑε
τῷ
οἴκῳ
Ιακωβ
,
λέγει
κύριος
ὁ
ϑεὸς
ὁ
παντοκράτωρ
,
Verse: 14
διότι
ἐν
τῇ
ἡμέρᾳ
,
ὅταν
ἐκδικῶ
ἀσεβείας
τοῦ
Ισραηλ
ἐπ
'
αὐτόν
,
καὶ
ἐκδικήσω
ἐπὶ
τὰ
ϑυσιαστήρια
Βαιϑηλ
,
καὶ
κατασκαϕήσεται
τὰ
κέρατα
τοῦ
ϑυσιαστηρίου
καὶ
πεσοῦνται
ἐπὶ
τὴν
γῆν
·
Verse: 15
συγχεῶ
καὶ
πατάξω
τὸν
οἶκον
τὸν
περίπτερον
ἐπὶ
τὸν
οἶκον
τὸν
ϑερινόν
,
καὶ
ἀπολοῦνται
οἶκοι
ἐλεϕάντινοι
,
καὶ
προστεϑήσονται
οἶκοι
ἕτεροι
πολλοί
,
λέγει
κύριος
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.