TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 937
Previous part

Chapter: 3 
Verse: 1    ᾽Ακούσατε τὸν λόγον τοῦτον, ὃν ἐλάλησεν κύριος ἐϕ' ὑμᾶς, οἶκος Ισραηλ, καὶ κατὰ πάσης ϕυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων
Verse: 2    
Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν ϕυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐϕ' ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν.
Verse: 3    
εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καϑόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;
Verse: 4    
εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ ϑήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος ϕωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καϑόλου ἐὰν μὴ ἁρπάσῃ τι;
Verse: 5    
εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασϑήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι;
Verse: 6    
εἰ ϕωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηϑήσεται; εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν;
Verse: 7    
διότι οὐ μὴ ποιήσῃ κύριος ϑεὸς πρᾶγμα, ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προϕήτας.
Verse: 8    
λέων ἐρεύξεται, καὶ τίς οὐ ϕοβηϑήσεται; κύριος ϑεὸς ἐλάλησεν, καὶ τίς οὐ προϕητεύσει;
Verse: 9    
᾽Απαγγείλατε χώραις ἐν ᾽Ασσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε Συνάχϑητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε ϑαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ·
Verse: 10    
καὶ οὐκ ἔγνω ἔσται ἐναντίον αὐτῆς, λέγει κύριος, οἱ ϑησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν.
Verse: 11    
διὰ τοῦτο τάδε λέγει κύριος ϑεός Τύρος, κυκλόϑεν γῆ σου ἐρημωϑήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου.
Verse: 12    
τάδε λέγει κύριος ῝Ον τρόπον ὅταν ἐκσπάσῃ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη λοβὸν ὠτίου, οὕτως ἐκσπασϑήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι ϕυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς.
Verse: 13    
ἀκούσατε καὶ ἐπιμαρτύρασϑε τῷ οἴκῳ Ιακωβ, λέγει κύριος ϑεὸς παντοκράτωρ,
Verse: 14    
διότι ἐν τῇ ἡμέρᾳ, ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ισραηλ ἐπ' αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ ϑυσιαστήρια Βαιϑηλ, καὶ κατασκαϕήσεται τὰ κέρατα τοῦ ϑυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν·
Verse: 15    
συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν ϑερινόν, καὶ ἀπολοῦνται οἶκοι ἐλεϕάντινοι, καὶ προστεϑήσονται οἶκοι ἕτεροι πολλοί, λέγει κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.