TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 939
Previous part

Chapter: 5 
Verse: 1    ᾽Ακούσατε τὸν λόγον κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐϕ' ὑμᾶς ϑρῆνον, οἶκος Ισραηλ
Verse: 2    
῎Επεσεν οὐκέτι μὴ προσϑῇ τοῦ ἀναστῆναι παρϑένος τοῦ Ισραηλ· ἔσϕαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ἀναστήσων αὐτήν.
Verse: 3    
διότι τάδε λέγει κύριος κύριος ῾Η πόλις, ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειϕϑήσονται ἑκατόν, καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν, ὑπολειϕϑήσονται δέκα τῷ οἴκῳ Ισραηλ.
Verse: 4    
διότι τάδε λέγει κύριος πρὸς τὸν οἶκον Ισραηλ ᾽Εκζητήσατέ με καὶ ζήσεσϑε·
Verse: 5    
καὶ μὴ ἐκζητεῖτε Βαιϑηλ καὶ εἰς Γαλγαλα μὴ εἰσπορεύεσϑε καὶ ἐπὶ τὸ ϕρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευϑήσεται, καὶ Βαιϑηλ ἔσται ὡς οὐχ ὑπάρχουσα·
Verse: 6    
ἐκζητήσατε τὸν κύριον καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ οἶκος Ιωσηϕ, καὶ καταϕάγεται αὐτόν, καὶ οὐκ ἔσται σβέσων τῷ οἴκῳ Ισραηλ.
Verse: 7    
κύριος ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔϑηκεν,
Verse: 8    
ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωὶ σκιὰν ϑανάτου καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, προσκαλούμενος τὸ ὕδωρ τῆς ϑαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς, κύριος ϑεὸς παντοκράτωρ ὄνομα αὐτῷ·
Verse: 9    
διαιρῶν συντριμμὸν ἐπ' ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων.
Verse: 10    
ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο.
Verse: 11    
διὰ τοῦτο ἀνϑ' ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασϑε παρ' αὐτῶν, οἴκους ξυστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιϑυμητοὺς ἐϕυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον ἐξ αὐτῶν.
Verse: 12    
ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες.
Verse: 13    
διὰ τοῦτο συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν.
Verse: 14    
ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρόν, ὅπως ζήσητε· καὶ ἔσται οὕτως μεϑ' ὑμῶν κύριος ϑεὸς παντοκράτωρ, ὃν τρόπον εἴπατε
Verse: 15    
Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ κύριος ϑεὸς παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ιωσηϕ.
Verse: 16    
διὰ τοῦτο τάδε λέγει κύριος ϑεὸς παντοκράτωρ ᾽Εν πάσαις πλατείαις κοπετός, καὶ ἐν πάσαις ὁδοῖς ῥηϑήσεται Οὐαὶ οὐαί· κληϑήσεται γεωργὸς εἰς πένϑος καὶ κοπετὸν καὶ εἰς εἰδότας ϑρῆνον,
Verse: 17    
καὶ ἐν πάσαις ὁδοῖς κοπετός, διότι διελεύσομαι διὰ μέσου σου, εἶπεν κύριος.
Verse: 18    
Οὐαὶ οἱ ἐπιϑυμοῦντες τὴν ἡμέραν κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡμέρα τοῦ κυρίου; καὶ αὐτή ἐστιν σκότος καὶ οὐ ϕῶς,
Verse: 19    
ὃν τρόπον ὅταν ϕύγῃ ἄνϑρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄϕις.
Verse: 20    
οὐχὶ σκότος ἡμέρα τοῦ κυρίου καὶ οὐ ϕῶς; καὶ γνόϕος οὐκ ἔχων ϕέγγος αὐτῇ.
Verse: 21    
μεμίσηκα ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσϕρανϑῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν·
Verse: 22    
διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ ϑυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτά, καὶ σωτηρίου ἐπιϕανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.
Verse: 23    
μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι·
Verse: 24    
καὶ κυλισϑήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος.
Verse: 25    
μὴ σϕάγια καὶ ϑυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ισραηλ;
Verse: 26    
καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολοχ καὶ τὸ ἄστρον τοῦ ϑεοῦ ὑμῶν Ραιϕαν, τοὺς τύπους αὐτῶν, οὓς ἐποιήσατε ἑαυτοῖς.
Verse: 27    
καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει κύριος, ϑεὸς παντοκράτωρ ὄνομα αὐτῷ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.