TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 940
Previous part

Chapter: 6 
Verse: 1    Οὐαὶ τοῖς ἐξουϑενοῦσιν Σιων καὶ τοῖς πεποιϑόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας· ἀπετρύγησαν ἀρχὰς ἐϑνῶν, καὶ εἰσῆλϑον αὐτοί. οἶκος τοῦ Ισραηλ,
Verse: 2    
διάβητε πάντες καὶ ἴδετε καὶ διέλϑατε ἐκεῖϑεν εἰς Εμαϑ Ραββα καὶ κατάβητε ἐκεῖϑεν εἰς Γεϑ ἀλλοϕύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων, εἰ πλέονα τὰ ὅρια αὐτῶν ἐστιν τῶν ὑμετέρων ὁρίων.
Verse: 3    
οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐϕαπτόμενοι σαββάτων ψευδῶν,
Verse: 4    
οἱ καϑεύδοντες ἐπὶ κλινῶν ἐλεϕαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν καὶ ἔσϑοντες ἐρίϕους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαϑηνά,
Verse: 5    
οἱ ἐπικροτοῦντες πρὸς τὴν ϕωνὴν τῶν ὀργάνων ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς ϕεύγοντα·
Verse: 6    
οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ιωσηϕ.
Verse: 7    
διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ' ἀρχῆς δυναστῶν, καὶ ἐξαρϑήσεται χρεμετισμὸς ἵππων ἐξ Εϕραιμ.
Verse: 8    
ὅτι ὤμοσεν κύριος καϑ' ἑαυτοῦ Διότι βδελύσσομαι ἐγὼ πᾶσαν τὴν ὕβριν Ιακωβ καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα, καὶ ἐξαρῶ πόλιν σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν·
Verse: 9    
καὶ ἔσται ἐὰν ὑπολειϕϑῶσιν δέκα ἄνδρες ἐν οἰκίᾳ μιᾷ, καὶ ἀποϑανοῦνται, καὶ ὑπολειϕϑήσονται οἱ κατάλοιποι,
Verse: 10    
καὶ λήμψονται οἱ οἰκεῖοι αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου· καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας Εἰ ἔτι ὑπάρχει παρὰ σοί; καὶ ἐρεῖ Οὐκέτι· καὶ ἐρεῖ Σίγα, ἕνεκα τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα κυρίου.
Verse: 11    
διότι ἰδοὺ κύριος ἐντέλλεται καὶ πατάξει τὸν οἶκον τὸν μέγαν ϑλάσμασιν καὶ τὸν οἶκον τὸν μικρὸν ῥάγμασιν.
Verse: 12    
εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν ϑηλείαις; ὅτι ὑμεῖς ἐξεστρέψατε εἰς ϑυμὸν κρίμα καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν,
Verse: 13    
οἱ εὐϕραινόμενοι ἐπ' οὐδενὶ λόγῳ, οἱ λέγοντες Οὐκ ἐν τῇ ἰσχύι ἡμῶν ἔσχομεν κέρατα;
Verse: 14    
διότι ἰδοὺ ἐγὼ ἐπεγείρω ἐϕ' ὑμᾶς, οἶκος τοῦ Ισραηλ, ἔϑνος, καὶ ἐκϑλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελϑεῖν εἰς Εμαϑ καὶ ἕως τοῦ χειμάρρου τῶν δυσμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.