TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 373
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἦλϑεν πᾶς Ισραηλ πρὸς Δαυιδ ἐν Χεβρων λέγοντες ᾽Ιδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·
Verse: 2    
καὶ ἐχϑὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως σὺ ἦσϑα ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ, καὶ εἶπεν κύριος ϑεός σού σοι Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ισραηλ.
Verse: 3    
καὶ ἦλϑον πάντες πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων, καὶ διέϑετο αὐτοῖς βασιλεὺς Δαυιδ διαϑήκην ἐν Χεβρων ἐναντίον κυρίου, καὶ ἔχρισαν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ Ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Σαμουηλ.
Verse: 4    
Καὶ ἐπορεύϑη βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ [αὕτη Ιεβους], καὶ ἐκεῖ οἱ Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν.
Verse: 5    
εἶπαν δὲ οἱ κατοικοῦντες Ιεβους τῷ Δαυιδ Οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιων [αὕτη πόλις Δαυιδ].
Verse: 6    
καὶ εἶπεν Δαυιδ Πᾶς τύπτων Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ' αὐτὴν ἐν πρώτοις Ιωαβ υἱὸς Σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα.
Verse: 7    
καὶ ἐκάϑισεν Δαυιδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυιδ·
Verse: 8    
καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν.
Verse: 9    
καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ' αὐτοῦ.
Verse: 10    
Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυιδ, οἱ κατισχύοντες μετ' αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ισραηλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ισραηλ·
Verse: 11    
καὶ οὗτος ἀριϑμὸς τῶν δυνατῶν τοῦ Δαυιδ· Ιεσεβααλ υἱὸς Αχαμανι πρῶτος τῶν τριάκοντα, οὗτος ἐσπάσατο τὴν ῥομϕαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.
Verse: 12    
καὶ μετ' αὐτὸν Ελεαζαρ υἱὸς Δωδαι Αχωχι, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς.
Verse: 13    
οὗτος ἦν μετὰ Δαυιδ ἐν Φασοδομιν, καὶ οἱ ἀλλόϕυλοι συνήχϑησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριϑῶν, καὶ λαὸς ἔϕυγεν ἀπὸ προσώπου ἀλλοϕύλων·
Verse: 14    
καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοϕύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην.
Verse: 15    
καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ παρεμβολὴ τῶν ἀλλοϕύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων·
Verse: 16    
καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστεμα τῶν ἀλλοϕύλων τότε ἐν Βαιϑλεεμ.
Verse: 17    
καὶ ἐπεϑύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βαιϑλεεμ τοῦ ἐν τῇ πύλῃ;
Verse: 18    
καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοϕύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιϑλεεμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλϑον πρὸς Δαυιδ, καὶ οὐκ ἠϑέλησεν Δαυιδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ
Verse: 19    
καὶ εἶπεν ῞Ιλεώς μοι ϑεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό. καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
Verse: 20    
Καὶ Αβεσσα ἀδελϕὸς Ιωαβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ῥομϕαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν,
Verse: 21    
ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.
Verse: 22    
καὶ Βαναιας υἱὸς Ιωδαε υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαηλ· οὗτος ἐπάταξεν τοὺς δύο αριηλ Μωαβ· καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος·
Verse: 23    
καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑϕαινόντων, καὶ κατέβη ἐπ' αὐτὸν Βαναιας ἐν ῥάβδῳ καὶ ἀϕείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
Verse: 24    
ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·
Verse: 25    
ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυιδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.
Verse: 26    
Καὶ δυνατοὶ τῶν δυνάμεων· Ασαηλ ἀδελϕὸς Ιωαβ, Ελεαναν υἱὸς Δωδω ἐκ Βαιϑλαεμ,
Verse: 27    
Σαμμωϑ Αδι, Χελλης Φελωνι,
Verse: 28    
Ωραι υἱὸς Εκκης Θεκωι, Αβιεζερ Αναϑωϑι,
Verse: 29    
Σοβοχαι Ασωϑι, Ηλι Αχωι,
Verse: 30    
Μοοραι Νετωϕαϑι, Χολοδ υἱὸς Νοοζα Νετωϕαϑι,
Verse: 31    
Αιϑι υἱὸς Ριβαι ἐκ βουνοῦ Βενιαμιν, Βαναιας Φαραϑωνι,
Verse: 32    
Ουρι ἐκ Ναχαλιγαας, Αβιηλ Γαραβεϑϑι,
Verse: 33    
Αζμωϑ Βεερμι, Ελιαβα Σαλαβωνι,
Verse: 34    
Βενναιας, Οσομ Γεννουνι, Ιωναϑαν υἱὸς Σωλα Αραρι,
Verse: 35    
Αχιμ υἱὸς Σαχαρ Αραρι, Ελϕαλ υἱὸς Ουρ,
Verse: 36    
Οϕαρ Μοχοραϑι, Αχια Φελωνι,
Verse: 37    
Ησεραι Χαρμαλι, Νααραι υἱὸς Αζωβαι,
Verse: 38    
Ιωηλ ἀδελϕὸς Ναϑαν, Μεβααρ υἱὸς Αγαρι,
Verse: 39    
Σεληκ Αμμωνι, Ναχωρ Βερϑι αἴρων σκεύη Ιωαβ υἱοῦ Σαρουια,
Verse: 40    
Ιρα Ιεϑηρι, Γαρηβ Ιεϑηρι,
Verse: 41    
Ουριας Χεττι, Ζαβετ υἱὸς Αχλια,
Verse: 42    
Αδινα υἱὸς Σαιζα τοῦ Ρουβην ἄρχων καὶ ἐπ' αὐτῷ τριάκοντα,
Verse: 43    
Αναν υἱὸς Μοωχα καὶ Ιωσαϕατ Βαιϑανι,
Verse: 44    
Οζια Ασταρωϑι, Σαμμα καὶ Ιιηλ υἱοὶ Χωϑαν τοῦ Αραρι,
Verse: 45    
Ιεδιηλ υἱὸς Σαμερι καὶ Ιωαζαε ἀδελϕὸς αὐτοῦ Ιεασι,
Verse: 46    
Ελιηλ Μιι καὶ Ιαριβι καὶ Ιωσια υἱὸς αὐτοῦ, Ελνααμ καὶ Ιεϑεμα Μωαβίτης,
Verse: 47    
Αλιηλ καὶ Ωβηδ καὶ Ιεσιηλ Μισαβια.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.