TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 374
Previous part

Chapter: 12 
Verse: 1    Καὶ οὗτοι οἱ ἐλϑόντες πρὸς Δαυιδ εἰς Σωκλαγ, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱοῦ Κις, καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηϑοῦντες ἐν πολέμῳ
Verse: 2    
καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σϕενδονῆται ἐν λίϑοις καὶ τόξοις· ἐκ τῶν ἀδελϕῶν Σαουλ ἐκ Βενιαμιν
Verse: 3    
ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα τοῦ Γεβωϑίτου καὶ Ιωηλ καὶ Ιωϕαλητ υἱοὶ Ασμωϑ καὶ Βερχια καὶ Ιηουλ Αναϑωϑι
Verse: 4    
καὶ Σαμαιας Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα,
Verse: 5    
Ιερμιας καὶ Ιεζιηλ καὶ Ιωαναν καὶ Ιωζαβαδ Γαδαραϑι,
Verse: 6    
Ελιαζαι καὶ Ιαριμουϑ καὶ Βααλια καὶ Σαμαρια καὶ Σαϕατια Χαραιϕι,
Verse: 7    
Ηλκανα καὶ Ιησουνι καὶ Οζριηλ καὶ Ιωαζαρ καὶ Ιεσβοαμ οἱ Κορῖται
Verse: 8    
καὶ Ελια καὶ Ζαβαδια υἱοὶ Ιρααμ υἱοὶ τοῦ γεδωρ.
Verse: 9    
καὶ ἀπὸ τοῦ Γαδδι ἐχωρίσϑησαν πρὸς Δαυιδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες ϑυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν, καὶ κοῦϕοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει·
Verse: 10    
Αζερ ἄρχων, Αβδια δεύτερος, Ελιαβ τρίτος,
Verse: 11    
Μασεμαννη τέταρτος, Ιερμια πέμπτος,
Verse: 12    
Εϑϑι ἕκτος, Ελιαβ ἕβδομος,
Verse: 13    
Ιωαναν ὄγδοος, Ελιαζερ ἔνατος,
Verse: 14    
Ιερμια δέκατος, Μαχαβανναι ἑνδέκατος.
Verse: 15    
οὗτοι ἐκ τῶν υἱῶν Γαδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.
Verse: 16    
οὗτοι οἱ διαβάντες τὸν Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν.
Verse: 17    
καὶ ἦλϑον ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ Ιουδα εἰς βοήϑειαν τοῦ Δαυιδ,
Verse: 18    
καὶ Δαυιδ ἐξῆλϑεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καϑ' ἑαυτὴν ἐϕ' ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχϑροῖς μου οὐκ ἐν ἀληϑείᾳ χειρός, ἴδοι ϑεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο.
Verse: 19    
καὶ πνεῦμα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπεν Πορεύου καὶ λαός σου, Δαυιδ υἱὸς Ιεσσαι· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηϑοῖς σου· ὅτι ἐβοήϑησέν σοι ϑεός σου. καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων.
Verse: 20    
καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τῷ ἐλϑεῖν τοὺς ἀλλοϕύλους ἐπὶ Σαουλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήϑησεν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοϕύλων λεγόντων ᾽Εν ταῖς κεϕαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαουλ·
Verse: 21    
ἐν τῷ πορευϑῆναι αὐτὸν εἰς Σωκλαγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασση Εδνα καὶ Ιωζαβαϑ καὶ Ιωδιηλ καὶ Μιχαηλ καὶ Ιωσαβεϑ καὶ Ελιμουϑ καὶ Σελαϑι, ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασση.
Verse: 22    
καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυιδ ἐπὶ τὸν γεδδουρ, ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει·
Verse: 23    
ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις ϑεοῦ.
Verse: 24    
Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς, οἱ ἐλϑόντες πρὸς Δαυιδ εἰς Χεβρων τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου.
Verse: 25    
υἱοὶ Ιουδα ϑυρεοϕόροι καὶ δορατοϕόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως.
Verse: 26    
τῶν υἱῶν Συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν.
Verse: 27    
τῶν υἱῶν Λευι τετρακισχίλιοι ἑξακόσιοι·
Verse: 28    
καὶ Ιωαδαε ἡγούμενος τῷ Ααρων καὶ μετ' αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι·
Verse: 29    
καὶ Σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο.
Verse: 30    
καὶ ἐκ τῶν υἱῶν Βενιαμιν τῶν ἀδελϕῶν Σαουλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν ϕυλακὴν οἴκου Σαουλ.
Verse: 31    
καὶ ἀπὸ υἱῶν Εϕραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύι, ἄνδρες ὀνομαστοὶ κατ' οἴκους πατριῶν αὐτῶν.
Verse: 32    
καὶ ἀπὸ τοῦ ἡμίσους ϕυλῆς Μανασση δέκα ὀκτὼ χιλιάδες, οἳ ὠνομάσϑησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυιδ.
Verse: 33    
καὶ ἀπὸ τῶν υἱῶν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτῶν, διακόσιοι, καὶ πάντες ἀδελϕοὶ αὐτῶν μετ' αὐτῶν.
Verse: 34    
καὶ ἀπὸ Ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες βοηϑῆσαι τῷ Δαυιδ οὐχ ἑτεροκλινῶς.
Verse: 35    
καὶ ἀπὸ Νεϕϑαλι ἄρχοντες χίλιοι καὶ μετ' αὐτῶν ἐν ϑυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες.
Verse: 36    
καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι.
Verse: 37    
καὶ ἀπὸ τοῦ Ασηρ ἐκπορευόμενοι βοηϑῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες.
Verse: 38    
καὶ ἐκ πέραν τοῦ Ιορδάνου ἀπὸ Ρουβην καὶ Γαδδι καὶ ἀπὸ τοῦ ἡμίσους ϕυλῆς Μανασση ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες.
Verse: 39    
πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλϑον εἰς Χεβρων τοῦ βασιλεῦσαι τὸν Δαυιδ ἐπὶ πάντα Ισραηλ· καὶ κατάλοιπος Ισραηλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυιδ.
Verse: 40    
καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσϑίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν αὐτοῖς οἱ ἀδελϕοὶ αὐτῶν.
Verse: 41    
καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεϕϑαλι ἔϕερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάϑας, σταϕίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆϑος, ὅτι εὐϕροσύνη ἐν Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.