TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 375
Previous part

Chapter: 13 
Verse: 1    Καὶ ἐβουλεύσατο Δαυιδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων, παντὶ ἡγουμένῳ,
Verse: 2    
καὶ εἶπεν Δαυιδ τῇ πάσῃ ἐκκλησίᾳ Ισραηλ Εἰ ἐϕ' ὑμῖν ἀγαϑὸν καὶ παρὰ κυρίου ϑεοῦ ἡμῶν εὐοδωϑῇ, ἀποστείλωμεν πρὸς τοὺς ἀδελϕοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ισραηλ, καὶ μετ' αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσιν κατασχέσεως αὐτῶν, καὶ συναχϑήσονται πρὸς ἡμᾶς,
Verse: 3    
καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ ϑεοῦ ἡμῶν πρὸς ἡμᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀϕ' ἡμερῶν Σαουλ.
Verse: 4    
καὶ εἶπεν πᾶσα ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐϑὴς λόγος ἐν ὀϕϑαλμοῖς παντὸς τοῦ λαοῦ.
Verse: 5    
καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ημαϑ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ ϑεοῦ ἐκ πόλεως Ιαριμ.
Verse: 6    
καὶ ἀνήγαγεν αὐτὴν Δαυιδ, καὶ πᾶς Ισραηλ ἀνέβη εἰς πόλιν Δαυιδ, ἦν τοῦ Ιουδα, τοῦ ἀναγαγεῖν ἐκεῖϑεν τὴν κιβωτὸν τοῦ ϑεοῦ κυρίου καϑημένου ἐπὶ χερουβιν, οὗ ἐπεκλήϑη ὄνομα αὐτοῦ.
Verse: 7    
καὶ ἐπέϑηκαν τὴν κιβωτὸν τοῦ ϑεοῦ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου Αμιναδαβ, καὶ Οζα καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν.
Verse: 8    
καὶ Δαυιδ καὶ πᾶς Ισραηλ παίζοντες ἐναντίον τοῦ ϑεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν.
Verse: 9    
καὶ ἤλϑοσαν ἕως τῆς ἅλωνος, καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, ὅτι ἐξέκλινεν αὐτὴν μόσχος.
Verse: 10    
καὶ ἐϑυμώϑη ὀργῇ κύριος ἐπὶ Οζα καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν, καὶ ἀπέϑανεν ἐκεῖ ἀπέναντι τοῦ ϑεοῦ.
Verse: 11    
καὶ ἠϑύμησεν Δαυιδ ὅτι διέκοψεν κύριος διακοπὴν ἐν Οζα, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης.
Verse: 12    
καὶ ἐϕοβήϑη Δαυιδ τὸν ϑεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσοίσω πρὸς ἐμαυτὸν τὴν κιβωτὸν τοῦ ϑεοῦ;
Verse: 13    
καὶ οὐκ ἀπέστρεψεν Δαυιδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυιδ καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Αβεδδαρα τοῦ Γεϑϑαίου.
Verse: 14    
καὶ ἐκάϑισεν κιβωτὸς τοῦ ϑεοῦ ἐν οἴκῳ Αβεδδαρα τρεῖς μῆνας· καὶ εὐλόγησεν ϑεὸς Αβεδδαραμ καὶ πάντα τὰ αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.