TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 376
Previous part

Chapter: 14 
Verse: 1    Καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.
Verse: 2    
καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ, ὅτι ηὐξήϑη εἰς ὕψος βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ.
Verse: 3    
Καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας ἐν Ιερουσαλημ, καὶ ἐτέχϑησαν Δαυιδ ἔτι υἱοὶ καὶ ϑυγατέρες.
Verse: 4    
καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχϑέντων, οἳ ἦσαν αὐτῷ ἐν Ιερουσαλημ· Σαμαα, Ισοβααμ, Ναϑαν, Σαλωμων
Verse: 5    
καὶ Ιβααρ καὶ Ελισαε καὶ Ελιϕαλετ
Verse: 6    
καὶ Ναγε καὶ Ναϕαγ καὶ Ιανουου
Verse: 7    
καὶ Ελισαμαε καὶ Βαλεγδαε καὶ Ελιϕαλετ.
Verse: 8    
Καὶ ἤκουσαν ἀλλόϕυλοι ὅτι ἐχρίσϑη Δαυιδ βασιλεὺς ἐπὶ πάντα Ισραηλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόϕυλοι ζητῆσαι τὸν Δαυιδ. καὶ ἤκουσεν Δαυιδ καὶ ἐξῆλϑεν εἰς ἀπάντησιν αὐτοῖς.
Verse: 9    
καὶ ἀλλόϕυλοι ἦλϑον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων.
Verse: 10    
καὶ ἠρώτησεν Δαυιδ διὰ τοῦ ϑεοῦ λέγων Εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοϕύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ κύριος ᾽Ανάβηϑι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου.
Verse: 11    
καὶ ἀνέβη εἰς Βααλϕαρασιν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυιδ· καὶ εἶπεν Δαυιδ Διέκοψεν ϑεὸς τοὺς ἐχϑρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ ϕαρασιν.
Verse: 12    
καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς ϑεοὺς αὐτῶν, καὶ εἶπεν Δαυιδ κατακαῦσαι αὐτοὺς ἐν πυρί.
Verse: 13    
καὶ προσέϑεντο ἔτι ἀλλόϕυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων.
Verse: 14    
καὶ ἠρώτησεν Δαυιδ ἔτι ἐν ϑεῷ, καὶ εἶπεν αὐτῷ ϑεός Οὐ πορεύσῃ ὀπίσω αὐτῶν, ἀποστρέϕου ἀπ' αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων·
Verse: 15    
καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν ϕωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων, τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλϑεν ϑεὸς ἔμπροσϑέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοϕύλων.
Verse: 16    
καὶ ἐποίησεν καϑὼς ἐνετείλατο αὐτῷ ϑεός, καὶ ἐπάταξεν τὴν παρεμβολὴν τῶν ἀλλοϕύλων ἀπὸ Γαβαων ἕως Γαζαρα.
Verse: 17    
καὶ ἐγένετο ὄνομα Δαυιδ ἐν πάσῃ τῇ γῇ, καὶ κύριος ἔδωκεν τὸν ϕόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔϑνη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.