TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 377
Previous part

Chapter: 15 
Verse: 1    Καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυιδ· καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ ϑεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.
Verse: 2    
Τότε εἶπεν Δαυιδ Οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ ϑεοῦ ἀλλ' τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.
Verse: 3    
καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ.
Verse: 4    
καὶ συνήγαγεν Δαυιδ τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας.
Verse: 5    
τῶν υἱῶν Κααϑ· Ουριηλ ἄρχων καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι.
Verse: 6    
τῶν υἱῶν Μεραρι· Ασαια ἄρχων καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, διακόσιοι πεντήκοντα.
Verse: 7    
τῶν υἱῶν Γηρσαμ· Ιωηλ ἄρχων καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, ἑκατὸν πεντήκοντα.
Verse: 8    
τῶν υἱῶν Ελισαϕαν· Σαμαιας ἄρχων καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, διακόσιοι.
Verse: 9    
τῶν υἱῶν Χεβρων· Ελιηλ ἄρχων καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, ὀγδοήκοντα.
Verse: 10    
τῶν υἱῶν Οζιηλ· Αμιναδαβ ἄρχων καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, ἑκατὸν δέκα δύο.
Verse: 11    
καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαϑαρ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας, τὸν Ουριηλ, Ασαια, Ιωηλ, Σαμαιαν, Ελιηλ, Αμιναδαβ,
Verse: 12    
καὶ εἶπεν αὐτοῖς ῾Υμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσϑητε ὑμεῖς καὶ οἱ ἀδελϕοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ ϑεοῦ Ισραηλ οὗ ἡτοίμασα αὐτῇ·
Verse: 13    
ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ϑεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι.
Verse: 14    
καὶ ἡγνίσϑησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν ϑεοῦ Ισραηλ.
Verse: 15    
καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ ϑεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ ϑεοῦ κατὰ τὴν γραϕήν, ἐν ἀναϕορεῦσιν ἐπ' αὐτούς.
Verse: 16    
καὶ εἶπεν Δαυιδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν Στήσατε τοὺς ἀδελϕοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν, νάβλαις καὶ κινύραις καὶ κυμβάλοις, τοῦ ϕωνῆσαι εἰς ὕψος ἐν ϕωνῇ εὐϕροσύνης.
Verse: 17    
καὶ ἔστησαν οἱ Λευῖται τὸν Αιμαν υἱὸν Ιωηλ· ἐκ τῶν ἀδελϕῶν αὐτοῦ Ασαϕ υἱὸς Βαραχια, καὶ ἐκ τῶν υἱῶν Μεραρι ἀδελϕῶν αὐτοῦ Αιϑαν υἱὸς Κισαιου.
Verse: 18    
καὶ μετ' αὐτῶν ἀδελϕοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωϑ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταϑια καὶ Ελιϕαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας, οἱ πυλωροί.
Verse: 19    
καὶ οἱ ψαλτῳδοί· Αιμαν, Ασαϕ καὶ Αιϑαν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσϑῆναι ποιῆσαι·
Verse: 20    
Ζαχαριας καὶ Οζιηλ, Σεμιραμωϑ, Ιιηλ, Ωνι, Ελιαβ, Μασαιας, Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωϑ·
Verse: 21    
καὶ Ματταϑιας καὶ Ελιϕαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιϑ τοῦ ἐνισχῦσαι.
Verse: 22    
καὶ Χωνενια ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν.
Verse: 23    
καὶ Βαραχια καὶ Ηλκανα πυλωροὶ τῆς κιβωτοῦ.
Verse: 24    
καὶ Σοβνια καὶ Ιωσαϕατ καὶ Ναϑαναηλ καὶ Αμασαι καὶ Ζαχαρια καὶ Βαναι καὶ Ελιεζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσϑεν τῆς κιβωτοῦ τοῦ ϑεοῦ. καὶ Αβδεδομ καὶ Ιια πυλωροὶ τῆς κιβωτοῦ τοῦ ϑεοῦ.
Verse: 25    
Καὶ ἦν Δαυιδ καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου ἐξ οἴκου Αβδεδομ ἐν εὐϕροσύνῃ.
Verse: 26    
καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν ϑεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου καὶ ἔϑυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
Verse: 27    
καὶ Δαυιδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαϑήκης κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενιας ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων, καὶ ἐπὶ Δαυιδ στολὴ βυσσίνη.
Verse: 28    
καὶ πᾶς Ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαϑήκης κυρίου ἐν σημασίᾳ καὶ ἐν ϕωνῇ σωϕερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις, ἀναϕωνοῦντες νάβλαις καὶ ἐν κινύραις.
Verse: 29    
καὶ ἐγένετο κιβωτὸς διαϑήκης κυρίου καὶ ἦλϑεν ἕως πόλεως Δαυιδ, καὶ Μελχολ ϑυγάτηρ Σαουλ παρέκυψεν διὰ τῆς ϑυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.