TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 378
Previous part

Chapter: 16 
Verse: 1    Καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ ϑεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυιδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ ϑεοῦ.
Verse: 2    
καὶ συνετέλεσεν Δαυιδ ἀναϕέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου.
Verse: 3    
καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην.
Verse: 4    
Καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαϑήκης κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναϕωνοῦντας καὶ ἐξομολογεῖσϑαι καὶ αἰνεῖν κύριον τὸν ϑεὸν Ισραηλ·
Verse: 5    
Ασαϕ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαριας, Ιιηλ, Σεμιραμωϑ, Ιιηλ, Ματταϑιας, Ελιαβ καὶ Βαναιας καὶ Αβδεδομ καὶ Ιιηλ ἐν ὀργάνοις, νάβλαις καὶ κινύραις, καὶ Ασαϕ ἐν κυμβάλοις ἀναϕωνῶν,
Verse: 6    
καὶ Βαναιας καὶ Οζιηλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαϑήκης τοῦ ϑεοῦ.
Verse: 7    
᾽Εν τῇ ἡμέρᾳ ἐκείνῃ τότε ἔταξεν Δαυιδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ασαϕ καὶ τῶν ἀδελϕῶν αὐτοῦ
Verse: 8    
᾽Εξομολογεῖσϑε τῷ κυρίῳ, ἐπικαλεῖσϑε αὐτὸν ἐν ὀνόματι // αὐτοῦ, γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ·
Verse: 9    
ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ, διηγήσασϑε πᾶσιν τὰ ϑαυμάσια αὐτοῦ, ἐποίησεν κύριος.
Verse: 10    
αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ, εὐϕρανϑήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ·
Verse: 11    
ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός.
Verse: 12    
μνημονεύετε τὰ ϑαυμάσια αὐτοῦ, ἐποίησεν, τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ,
Verse: 13    
σπέρμα Ισραηλ παῖδες αὐτοῦ, υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ.
Verse: 14    
αὐτὸς κύριος ϑεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.
Verse: 15    
μνημονεύων εἰς αἰῶνα διαϑήκης αὐτοῦ, λόγον αὐτοῦ, ὃν ἐνετείλατο εἰς χιλίας γενεάς,
Verse: 16    
ὃν διέϑετο τῷ Αβρααμ, καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ισαακ·
Verse: 17    
ἔστησεν αὐτὸν τῷ Ιακωβ εἰς πρόσταγμα, τῷ Ισραηλ διαϑήκην αἰώνιον
Verse: 18    
λέγων Σοὶ δώσω τὴν γῆν Χανααν σχοίνισμα κληρονομίας ὑμῶν.
Verse: 19    
ἐν τῷ γενέσϑαι αὐτοὺς ὀλιγοστοὺς ἀριϑμῷ ὡς ἐσμικρύνϑησαν καὶ παρῴκησαν ἐν αὐτῇ.
Verse: 20    
καὶ ἐπορεύϑησαν ἀπὸ ἔϑνους εἰς ἔϑνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον·
Verse: 21    
οὐκ ἀϕῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς
Verse: 22    
Μὴ ἅψησϑε τῶν χριστῶν μου καὶ ἐν τοῖς προϕήταις μου μὴ πονηρεύεσϑε.
Verse: 23    
ᾄσατε τῷ κυρίῳ, πᾶσα γῆ, ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ.
Verse: 25    
ὅτι μέγας κύριος καὶ αἰνετὸς σϕόδρα, ϕοβερός ἐστιν ἐπὶ πάντας τοὺς ϑεούς·
Verse: 26    
ὅτι πάντες οἱ ϑεοὶ τῶν ἐϑνῶν εἴδωλα, καὶ ϑεὸς ἡμῶν οὐρανὸν ἐποίησεν·
Verse: 27    
δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ, ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ.
Verse: 28    
δότε τῷ κυρίῳ, πατριαὶ τῶν ἐϑνῶν, δότε τῷ κυρίῳ δόξαν καὶ ἰσχύν·
Verse: 29    
δότε τῷ κυρίῳ δόξαν ὀνόματος αὐτοῦ, λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ.
Verse: 30    
ϕοβηϑήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα γῆ, κατορϑωϑήτω γῆ καὶ μὴ σαλευϑήτω·
Verse: 31    
εὐϕρανϑήτω οὐρανός, καὶ ἀγαλλιάσϑω γῆ, καὶ εἰπάτωσαν ἐν τοῖς ἔϑνεσιν Κύριος βασιλεύων.
Verse: 32    
βομβήσει ϑάλασσα σὺν τῷ πληρώματι καὶ ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ·
Verse: 33    
τότε εὐϕρανϑήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου // κυρίου, ὅτι ἦλϑεν κρῖναι τὴν γῆν.
Verse: 34    
ἐξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι ἀγαϑόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Verse: 35    
καὶ εἴπατε Σῶσον ἡμᾶς, ϑεὸς τῆς σωτηρίας ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐϑνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσϑαι ἐν ταῖς αἰνέσεσίν σου.
Verse: 36    
εὐλογημένος κύριος ϑεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως // τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς λαός Αμην. καὶ ᾔνεσαν τῷ κυρίῳ.
Verse: 37    
Καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαϑήκης κυρίου τὸν Ασαϕ καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διὰ παντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν·
Verse: 38    
καὶ Αβδεδομ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, ἑξήκοντα καὶ ὀκτώ, καὶ Αβδεδομ υἱὸς Ιδιϑων καὶ Οσσα εἰς πυλωρούς.
Verse: 39    
καὶ τὸν Σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον σκηνῆς κυρίου ἐν Βαμα τῇ ἐν Γαβαων
Verse: 40    
τοῦ ἀναϕέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ ϑυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωὶ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ κυρίου, ὅσα ἐνετείλατο ἐϕ' υἱοῖς Ισραηλ ἐν χειρὶ Μωυσῆ τοῦ ϑεράποντος τοῦ ϑεοῦ·
Verse: 41    
καὶ μετ' αὐτοῦ Αιμαν καὶ Ιδιϑων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ' ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
Verse: 42    
καὶ μετ' αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναϕωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ ϑεοῦ, υἱοὶ Ιδιϑων εἰς τὴν πύλην.
Verse: 43    
Καὶ ἐπορεύϑη ἅπας λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐπέστρεψεν Δαυιδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.