TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 379
Previous part

Chapter: 17 
Verse: 1    Καὶ ἐγένετο ὡς κατῴκησεν Δαυιδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπεν Δαυιδ πρὸς Ναϑαν τὸν προϕήτην ᾽Ιδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ κιβωτὸς διαϑήκης κυρίου ὑποκάτω δέρρεων.
Verse: 2    
καὶ εἶπεν Ναϑαν πρὸς Δαυιδ Πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει, ὅτι ϑεὸς μετὰ σοῦ.
Verse: 3    
καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος κυρίου πρὸς Ναϑαν λέγων
Verse: 4    
Πορεύου καὶ εἰπὸν πρὸς Δαυιδ τὸν παῖδά μου Οὕτως εἶπεν κύριος Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ·
Verse: 5    
ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν Ισραηλ, ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καταλύματι.
Verse: 6    
ἐν πᾶσιν οἷς διῆλϑον ἐν παντὶ Ισραηλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν ϕυλὴν Ισραηλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων ὅτι Οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον.
Verse: 7    
καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυιδ Τάδε λέγει κύριος παντοκράτωρ ῎Ελαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισϑεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ·
Verse: 8    
καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύϑης, καὶ ἐξωλέϑρευσα πάντας τοὺς ἐχϑρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.
Verse: 9    
καὶ ϑήσομαι τόπον τῷ λαῷ μου Ισραηλ καὶ καταϕυτεύσω αὐτόν, καὶ κατασκηνώσει καϑ' ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσϑήσει ἀδικία τοῦ ταπεινῶσαι αὐτὸν καϑὼς ἀπ' ἀρχῆς.
Verse: 10    
καὶ ἀϕ' ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ ἐταπείνωσα ἅπαντας τοὺς ἐχϑρούς σου· καὶ αὐξήσω σε, καὶ οἶκον οἰκοδομήσει σοι κύριος.
Verse: 11    
καὶ ἔσται ὅταν πληρωϑῶσιν αἱ ἡμέραι σου καὶ κοιμηϑήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ·
Verse: 12    
αὐτὸς οἰκοδομήσει μοι οἶκον, καὶ ἀνορϑώσω τὸν ϑρόνον αὐτοῦ ἕως αἰῶνος.
Verse: 13    
ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσϑέν σου.
Verse: 14    
καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ϑρόνος αὐτοῦ ἔσται ἀνωρϑωμένος ἕως αἰῶνος.
Verse: 15    
κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναϑαν πρὸς Δαυιδ.
Verse: 16    
καὶ ἦλϑεν βασιλεὺς Δαυιδ καὶ ἐκάϑισεν ἀπέναντι κυρίου καὶ εἶπεν Τίς εἰμι ἐγώ, κύριε ϑεός, καὶ τίς οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος;
Verse: 17    
καὶ ἐσμικρύνϑη ταῦτα ἐνώπιόν σου, ϑεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνϑρώπου καὶ ὕψωσάς με, κύριε ϑεός.
Verse: 18    
τί προσϑήσει ἔτι Δαυιδ πρὸς σὲ τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας.
Verse: 19    
καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην.
Verse: 20    
κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα, ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν.
Verse: 21    
καὶ οὐκ ἔστιν ὡς λαός σου Ισραηλ ἔϑνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ϑεὸς τοῦ λυτρώσασϑαι ἑαυτῷ λαὸν τοῦ ϑέσϑαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιϕανὲς τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου, οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου, ἔϑνη.
Verse: 22    
καὶ ἔδωκας τὸν λαόν σου Ισραηλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σύ, κύριε, αὐτοῖς εἰς ϑεόν.
Verse: 23    
καὶ νῦν, κύριε, λόγος σου, ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωϑήτω ἕως αἰῶνος
Verse: 24    
λεγόντων Κύριε κύριε παντοκράτωρ ϑεὸς Ισραηλ, καὶ οἶκος Δαυιδ παιδός σου ἀνωρϑωμένος ἐναντίον σου.
Verse: 25    
ὅτι σύ, κύριε, ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν παῖς σου τοῦ προσεύξασϑαι κατὰ πρόσωπόν σου.
Verse: 26    
καὶ νῦν, κύριε, σὺ εἶ αὐτὸς ϑεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαϑὰ ταῦτα·
Verse: 27    
καὶ νῦν ἤρξω τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σύ, κύριε, εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.