TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 382
Previous part

Chapter: 20 
Verse: 1    Καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν Ιωαβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς, καὶ ἔϕϑειραν τὴν χώραν υἱῶν Αμμων· καὶ ἦλϑεν καὶ περιεκάϑισεν τὴν Ραββα. καὶ Δαυιδ ἐκάϑητο ἐν Ιερουσαλημ· καὶ ἐπάταξεν Ιωαβ τὴν Ραββα καὶ κατέσκαψεν αὐτήν.
Verse: 2    
καὶ ἔλαβεν Δαυιδ τὸν στέϕανον Μολχολ βασιλέως αὐτῶν ἀπὸ τῆς κεϕαλῆς αὐτοῦ, καὶ εὑρέϑη σταϑμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίϑος τίμιος, καὶ ἦν ἐπὶ τὴν κεϕαλὴν Δαυιδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σϕόδρα.
Verse: 3    
καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς· καὶ οὕτως ἐποίησεν Δαυιδ τοῖς πᾶσιν υἱοῖς Αμμων. καὶ ἀνέστρεψεν Δαυιδ καὶ πᾶς λαὸς αὐτοῦ εἰς Ιερουσαλημ.
Verse: 4    
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζερ μετὰ τῶν ἀλλοϕύλων. τότε ἐπάταξεν Σοβοχαι Ουσαϑι τὸν Σαϕου ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν.
Verse: 5    
καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοϕύλων. καὶ ἐπάταξεν Ελλαναν υἱὸς Ιαϊρ τὸν Λεεμι ἀδελϕὸν Γολιαϑ τοῦ Γεϑϑαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑϕαινόντων.
Verse: 6    
καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεϑ, καὶ ἦν ἀνὴρ ὑπερμεγέϑης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ, εἴκοσι τέσσαρες, καὶ οὗτος ἦν ἀπόγονος γιγάντων.
Verse: 7    
καὶ ὠνείδισεν τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτὸν Ιωναϑαν υἱὸς Σαμαα ἀδελϕοῦ Δαυιδ.
Verse: 8    
οὗτοι ἐγένοντο Ραϕα ἐν Γεϑ· πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.