TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 383
Previous part

Chapter: 21 
Verse: 1    Καὶ ἔστη διάβολος ἐν τῷ Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ τοῦ ἀριϑμῆσαι τὸν Ισραηλ.
Verse: 2    
καὶ εἶπεν βασιλεὺς Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως Πορεύϑητε ἀριϑμήσατε τὸν Ισραηλ ἀπὸ Βηρσαβεε καὶ ἕως Δαν καὶ ἐνέγκατε πρός με, καὶ γνώσομαι τὸν ἀριϑμὸν αὐτῶν.
Verse: 3    
καὶ εἶπεν Ιωαβ Προσϑείη κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀϕϑαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἵνα τί ζητεῖ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ισραηλ.
Verse: 4    
τὸ δὲ ῥῆμα τοῦ βασιλέως ἐκραταιώϑη ἐπὶ τῷ Ιωαβ. καὶ ἐξῆλϑεν Ιωαβ καὶ διῆλϑεν ἐν παντὶ ὁρίῳ Ισραηλ καὶ ἦλϑεν εἰς Ιερουσαλημ.
Verse: 5    
καὶ ἔδωκεν Ιωαβ τὸν ἀριϑμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυιδ, καὶ ἦν πᾶς Ισραηλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ Ιουδας τετρακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν.
Verse: 6    
καὶ τὸν Λευι καὶ τὸν Βενιαμιν οὐκ ἠρίϑμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσεν λόγος τοῦ βασιλέως τὸν Ιωαβ.
Verse: 7    
Καὶ πονηρὸν ἐϕάνη ἐναντίον τοῦ ϑεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξεν τὸν Ισραηλ.
Verse: 8    
καὶ εἶπεν Δαυιδ πρὸς τὸν ϑεόν ῾Ημάρτηκα σϕόδρα ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώϑην σϕόδρα.
Verse: 9    
καὶ ἐλάλησεν κύριος πρὸς Γαδ ὁρῶντα Δαυιδ λέγων
Verse: 10    
Πορεύου καὶ λάλησον πρὸς Δαυιδ λέγων Οὕτως λέγει κύριος Τρία αἴρω ἐγὼ ἐπὶ σέ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.
Verse: 11    
καὶ ἦλϑεν Γαδ πρὸς Δαυιδ καὶ εἶπεν αὐτῷ Οὕτως λέγει κύριος ῎Εκλεξαι σεαυτῷ
Verse: 12    
τρία ἔτη λιμοῦ, τρεῖς μῆνας ϕεύγειν σε ἐκ προσώπου ἐχϑρῶν σου καὶ μάχαιραν ἐχϑρῶν σου τοῦ ἐξολεϑρεῦσαι, τρεῖς ἡμέρας ῥομϕαίαν κυρίου καὶ ϑάνατον ἐν τῇ γῇ καὶ ἄγγελος κυρίου ἐξολεϑρεύων ἐν πάσῃ κληρονομίᾳ Ισραηλ· καὶ νῦν ἰδὲ τί ἀποκριϑῶ τῷ ἀποστείλαντί με λόγον.
Verse: 13    
καὶ εἶπεν Δαυιδ πρὸς Γαδ Στενά μοι καὶ τὰ τρία σϕόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σϕόδρα, καὶ εἰς χεῖρας ἀνϑρώπων οὐ μὴ ἐμπέσω.
Verse: 14    
καὶ ἔδωκεν κύριος ϑάνατον ἐν Ισραηλ, καὶ ἔπεσον ἐξ Ισραηλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.
Verse: 15    
καὶ ἀπέστειλεν ϑεὸς ἄγγελον εἰς Ιερουσαλημ τοῦ ἐξολεϑρεῦσαι αὐτήν. καὶ ὡς ἐξωλέϑρευσεν, εἶδεν κύριος καὶ μετεμελήϑη ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολεϑρεύοντι ῾Ικανούσϑω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ἄγγελος κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου.
Verse: 16    
καὶ ἐπῆρεν Δαυιδ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ἄγγελον κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ, καὶ ῥομϕαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ιερουσαλημ· καὶ ἔπεσεν Δαυιδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν.
Verse: 17    
καὶ εἶπεν Δαυιδ πρὸς τὸν ϑεόν Οὐκ ἐγὼ εἶπα τοῦ ἀριϑμῆσαι ἐν τῷ λαῷ; καὶ ἐγώ εἰμι ἁμαρτών, κακοποιῶν ἐκακοποίησα· καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; κύριε ϑεός, γενηϑήτω χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, κύριε.
Verse: 18    
καὶ ἄγγελος κυρίου εἶπεν τῷ Γαδ τοῦ εἰπεῖν πρὸς Δαυιδ ἵνα ἀναβῇ τοῦ στῆσαι ϑυσιαστήριον τῷ κυρίῳ ἐν ἅλῳ Ορνα τοῦ Ιεβουσαίου.
Verse: 19    
καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ, ὃν ἐλάλησεν ἐν ὀνόματι κυρίου.
Verse: 20    
καὶ ἐπέστρεψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρες υἱοὶ αὐτοῦ μετ' αὐτοῦ μεϑαχαβιν· καὶ Ορνα ἦν ἀλοῶν πυρούς.
Verse: 21    
καὶ ἦλϑεν Δαυιδ πρὸς Ορναν, καὶ Ορνα ἐξῆλϑεν ἐκ τῆς ἅλω καὶ προσεκύνησεν τῷ Δαυιδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν.
Verse: 22    
καὶ εἶπεν Δαυιδ πρὸς Ορνα Δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπ' αὐτῷ ϑυσιαστήριον τῷ κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται πληγὴ ἐκ τοῦ λαοῦ.
Verse: 23    
καὶ εἶπεν Ορνα πρὸς Δαυιδ Λαβὲ σεαυτῷ, καὶ ποιησάτω κύριός μου βασιλεὺς τὸ ἀγαϑὸν ἐναντίον αὐτοῦ· ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον καὶ τὰς ἁμάξας εἰς ξύλα καὶ τὸν σῖτον εἰς ϑυσίαν, τὰ πάντα δέδωκα.
Verse: 24    
καὶ εἶπεν βασιλεὺς Δαυιδ τῷ Ορνα Οὐχί, ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ· ὅτι οὐ μὴ λάβω ἐστίν σοι κυρίῳ τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν κυρίῳ.
Verse: 25    
καὶ ἔδωκεν Δαυιδ τῷ Ορνα ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.
Verse: 26    
καὶ ᾠκοδόμησεν Δαυιδ ἐκεῖ ϑυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησεν πρὸς κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ ϑυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν.
Verse: 27    
καὶ εἶπεν κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέϑηκεν τὴν ῥομϕαίαν εἰς τὸν κολεόν.
Verse: 28    
ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυιδ ὅτι ἐπήκουσεν αὐτῷ κύριος ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου, καὶ ἐϑυσίασεν ἐκεῖ.
Verse: 29    
καὶ σκηνὴ κυρίου, ἣν ἐποίησεν Μωυσῆς ἐν τῇ ἐρήμῳ, καὶ ϑυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμα ἐν Γαβαων·
Verse: 30    
καὶ οὐκ ἠδύνατο Δαυιδ τοῦ πορευϑῆναι ἔμπροσϑεν αὐτοῦ τοῦ ζητῆσαι τὸν ϑεόν, ὅτι κατέσπευσεν ἀπὸ προσώπου τῆς ῥομϕαίας ἀγγέλου κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.