TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 384
Previous part

Chapter: 22 
Verse: 1    Καὶ εἶπεν Δαυιδ Οὗτός ἐστιν οἶκος κυρίου τοῦ ϑεοῦ, καὶ τοῦτο τὸ ϑυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ισραηλ.
Verse: 2    
καὶ εἶπεν Δαυιδ συναγαγεῖν πάντας τοὺς προσηλύτους ἐν γῇ Ισραηλ καὶ κατέστησεν λατόμους λατομῆσαι λίϑους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ ϑεῷ.
Verse: 3    
καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν ϑυρωμάτων καὶ τῶν πυλῶν καὶ τοὺς στροϕεῖς ἡτοίμασεν Δαυιδ καὶ χαλκὸν εἰς πλῆϑος, οὐκ ἦν σταϑμός·
Verse: 4    
καὶ ξύλα κέδρινα, οὐκ ἦν ἀριϑμός, ὅτι ἐϕέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλῆϑος τῷ Δαυιδ.
Verse: 5    
καὶ εἶπεν Δαυιδ Σαλωμων υἱός μου παιδάριον ἁπαλόν, καὶ οἶκος τοῦ οἰκοδομῆσαι τῷ κυρίῳ εἰς μεγαλωσύνην ἄνω, εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν ἑτοιμάσω αὐτῷ· καὶ ἡτοίμασεν Δαυιδ εἰς πλῆϑος ἔμπροσϑεν τῆς τελευτῆς αὐτοῦ.
Verse: 6    
καὶ ἐκάλεσεν Σαλωμων τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ κυρίῳ ϑεῷ Ισραηλ.
Verse: 7    
καὶ εἶπεν Δαυιδ Σαλωμων Τέκνον, ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου ϑεοῦ.
Verse: 8    
καὶ ἐγένετο ἐπ' ἐμοὶ λόγος κυρίου λέγων Αἷμα εἰς πλῆϑος ἐξέχεας καὶ πολέμους μεγάλους ἐποίησας· οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τῆς γῆς ἐναντίον μου.
Verse: 9    
ἰδοὺ υἱὸς τίκτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχϑρῶν κυκλόϑεν, ὅτι Σαλωμων ὄνομα αὐτῷ, καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ Ισραηλ ἐν ταῖς ἡμέραις αὐτοῦ.
Verse: 10    
οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ οὗτος ἔσται μοι εἰς υἱὸν κἀγὼ αὐτῷ εἰς πατέρα, καὶ ἀνορϑώσω ϑρόνον βασιλείας αὐτοῦ ἐν Ισραηλ ἕως αἰῶνος.
Verse: 11    
καὶ νῦν, υἱέ μου, ἔσται μετὰ σοῦ κύριος, καὶ εὐοδώσει καὶ οἰκοδομήσεις οἶκον τῷ κυρίῳ ϑεῷ σου, ὡς ἐλάλησεν περὶ σοῦ.
Verse: 12    
ἀλλ' δῴη σοι σοϕίαν καὶ σύνεσιν κύριος καὶ κατισχύσαι σε ἐπὶ Ισραηλ καὶ τοῦ ϕυλάσσεσϑαι καὶ τοῦ ποιεῖν τὸν νόμον κυρίου τοῦ ϑεοῦ σου.
Verse: 13    
τότε εὐοδώσει, ἐὰν ϕυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα, ἐνετείλατο κύριος τῷ Μωυσῇ ἐπὶ Ισραηλ· ἀνδρίζου καὶ ἴσχυε, μὴ ϕοβοῦ μηδὲ πτοηϑῇς.
Verse: 14    
καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον, οὗ οὐκ ἔστιν σταϑμός, ὅτι εἰς πλῆϑός ἐστιν· καὶ ξύλα καὶ λίϑους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσϑες.
Verse: 15    
καὶ μετὰ σοῦ εἰς πλῆϑος ποιούντων ἔργα τεχνῖται καὶ οἰκοδόμοι λίϑων καὶ τέκτονες ξύλων καὶ πᾶς σοϕὸς ἐν παντὶ ἔργῳ.
Verse: 16    
ἐν χρυσίῳ, ἐν ἀργυρίῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριϑμός. ἀνάστηϑι καὶ ποίει, καὶ κύριος μετὰ σοῦ.
Verse: 17    
καὶ ἐνετείλατο Δαυιδ τοῖς πᾶσιν ἄρχουσιν Ισραηλ ἀντιλαβέσϑαι τῷ Σαλωμων υἱῷ αὐτοῦ
Verse: 18    
Οὐχὶ κύριος μεϑ' ὑμῶν; καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόϑεν, ὅτι ἔδωκεν ἐν χερσὶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη γῆ ἐναντίον κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ.
Verse: 19    
νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ κυρίῳ ϑεῷ ὑμῶν καὶ ἐγέρϑητε καὶ οἰκοδομήσατε ἁγίασμα κυρίῳ τῷ ϑεῷ ὑμῶν τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαϑήκης κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ ϑεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.