TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 385
Previous part

Chapter: 23 
Verse: 1    Καὶ Δαυιδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσεν Σαλωμων τὸν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ ἐπὶ Ισραηλ.
Verse: 2    
καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας Ισραηλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας.
Verse: 3    
καὶ ἠριϑμήϑησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ἀριϑμὸς αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας.
Verse: 4    
ἀπὸ τούτων ἐργοδιῶκται ἐπὶ τὰ ἔργα οἴκου κυρίου εἴκοσι τέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι
Verse: 5    
καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῖς ὀργάνοις, οἷς ἐποίησεν τοῦ αἰνεῖν τῷ κυρίῳ.
Verse: 6    
καὶ διεῖλεν αὐτοὺς Δαυιδ ἐϕημερίας τοῖς υἱοῖς Λευι, τῷ Γεδσων, Κααϑ, Μεραρι·
Verse: 7    
καὶ τῷ Παροσωμ, τῷ Εδαν καὶ τῷ Σεμεϊ.
Verse: 8    
υἱοὶ τῷ Εδαν· ἄρχων Ιιηλ καὶ Ζεϑομ καὶ Ιωηλ, τρεῖς.
Verse: 9    
υἱοὶ Σεμεϊ· Σαλωμιϑ καὶ Ιιηλ καὶ Αιδαν, τρεῖς. οὗτοι ἄρχοντες τῶν πατριῶν τῷ Εδαν.
Verse: 10    
καὶ τοῖς υἱοῖς Σεμεϊ· Ιεϑ καὶ Ζιζα καὶ Ιωας καὶ Βερια· οὗτοι υἱοὶ Σεμεϊ, τέσσαρες.
Verse: 11    
καὶ ἦν Ιεϑ ἄρχων καὶ Ζιζα δεύτερος· καὶ Ιωας καὶ Βερια οὐκ ἐπλήϑυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν.
Verse: 12    
υἱοὶ Κααϑ· Αμβραμ, Ισσααρ, Χεβρων, Οζιηλ, τέσσαρες.
Verse: 13    
υἱοὶ Αμβραμ· Ααρων καὶ Μωυσῆς. καὶ διεστάλη Ααρων τοῦ ἁγιασϑῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος τοῦ ϑυμιᾶν ἐναντίον τοῦ κυρίου λειτουργεῖν καὶ ἐπεύχεσϑαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος.
Verse: 14    
καὶ Μωυσῆς ἄνϑρωπος τοῦ ϑεοῦ, υἱοὶ αὐτοῦ ἐκλήϑησαν εἰς ϕυλὴν τοῦ Λευι.
Verse: 15    
υἱοὶ Μωυσῆ· Γηρσαμ καὶ Ελιεζερ.
Verse: 16    
υἱοὶ Γηρσαμ· Σουβαηλ ἄρχων.
Verse: 17    
καὶ ἦσαν υἱοὶ τῷ Ελιεζερ· Ρααβια ἄρχων· καὶ οὐκ ἦσαν τῷ Ελιεζερ υἱοὶ ἕτεροι. καὶ υἱοὶ Ρααβια ηὐξήϑησαν εἰς ὕψος.
Verse: 18    
υἱοὶ Ισσααρ· Σαλωμωϑ ἄρχων.
Verse: 19    
υἱοὶ Χεβρων· Ιδουδ ἄρχων, Αμαδια δεύτερος, Οζιηλ τρίτος, Ικεμιας τέταρτος.
Verse: 20    
υἱοὶ Οζιηλ· Μιχας ἄρχων καὶ Ισια δεύτερος.
Verse: 21    
υἱοὶ Μεραρι· Μοολι καὶ Μουσι. υἱοὶ Μοολι· Ελεαζαρ καὶ Κις.
Verse: 22    
καὶ ἀπέϑανεν Ελεαζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ' ϑυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κις ἀδελϕοὶ αὐτῶν.
Verse: 23    
υἱοὶ Μουσι· Μοολι καὶ Εδερ καὶ Ιαριμωϑ, τρεῖς.
Verse: 24    
οὗτοι υἱοὶ Λευι κατ' οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριϑμὸν ὀνομάτων αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω.
Verse: 25    
ὅτι εἶπεν Δαυιδ Κατέπαυσεν κύριος ϑεὸς Ισραηλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν Ιερουσαλημ ἕως αἰῶνος.
Verse: 26    
καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς·
Verse: 27    
ὅτι ἐν τοῖς λόγοις Δαυιδ τοῖς ἐσχάτοις ἐστὶν ἀριϑμὸς υἱῶν Λευι ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω,
Verse: 28    
ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ααρων τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοϕόρια καὶ ἐπὶ τὸν καϑαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ ϑεοῦ,
Verse: 29    
εἰς τοὺς ἄρτους τῆς προϑέσεως, εἰς τὴν σεμίδαλιν τῆς ϑυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεϕυραμένην καὶ εἰς πᾶν μέτρον
Verse: 30    
καὶ τοῦ στῆναι πρωὶ τοῦ αἰνεῖν ἐξομολογεῖσϑαι τῷ κυρίῳ καὶ οὕτως τὸ ἑσπέρας
Verse: 31    
καὶ ἐπὶ πάντων τῶν ἀναϕερομένων ὁλοκαυτωμάτων τῷ κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς κατὰ ἀριϑμὸν κατὰ τὴν κρίσιν ἐπ' αὐτοῖς διὰ παντὸς τῷ κυρίῳ.
Verse: 32    
καὶ ϕυλάξουσιν τὰς ϕυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς ϕυλακὰς υἱῶν Ααρων ἀδελϕῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.