TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 386
Previous part

Chapter: 24 
Verse: 1    Καὶ τοῖς υἱοῖς Ααρων διαιρέσεις· υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ, Ελεαζαρ καὶ Ιϑαμαρ·
Verse: 2    
καὶ ἀπέϑανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιϑαμαρ υἱοὶ Ααρων.
Verse: 3    
καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιϑαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν.
Verse: 4    
καὶ εὑρέϑησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ιϑαμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ιϑαμαρ ὀκτὼ κατ' οἴκους πατριῶν.
Verse: 5    
καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιϑαμαρ·
Verse: 6    
καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναϑαναηλ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαϑαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιϑαμαρ.
Verse: 7    
καὶ ἐξῆλϑεν κλῆρος πρῶτος τῷ Ιαριβ, τῷ Ιδεϊα δεύτερος,
Verse: 8    
τῷ Χαρημ τρίτος, τῷ Σεωριμ τέταρτος,
Verse: 9    
τῷ Μελχια πέμπτος, τῷ Μιαμιν ἕκτος,
Verse: 10    
τῷ Κως ἕβδομος, τῷ Αβια ὄγδοος,
Verse: 11    
τῷ ᾽Ιησοῦ ἔνατος, τῷ Σεχενια δέκατος,
Verse: 12    
τῷ Ελιασιβ ἑνδέκατος, τῷ Ιακιμ δωδέκατος,
Verse: 13    
τῷ Οχχοϕϕα τρισκαιδέκατος, τῷ Ισβααλ τεσσαρεσκαιδέκατος,
Verse: 14    
τῷ Βελγα πεντεκαιδέκατος, τῷ Εμμηρ ἑκκαιδέκατος,
Verse: 15    
τῷ Χηζιρ ἑπτακαιδέκατος, τῷ Αϕεσση ὀκτωκαιδέκατος,
Verse: 16    
τῷ Φεταια ἐννεακαιδέκατος, τῷ Εζεκηλ εἰκοστός,
Verse: 17    
τῷ Ιαχιν εἷς καὶ εἰκοστός, τῷ Γαμουλ δεύτερος καὶ εἰκοστός,
Verse: 18    
τῷ Δαλαια τρίτος καὶ εἰκοστός, τῷ Μαασαι τέταρτος καὶ εἰκοστός.
Verse: 19    
αὕτη ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσϑαι εἰς οἶκον κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ααρων πατρὸς αὐτῶν, ὡς ἐνετείλατο κύριος ϑεὸς Ισραηλ.
Verse: 20    
Καὶ τοῖς υἱοῖς Λευι τοῖς καταλοίποις· τοῖς υἱοῖς Αμβραμ Σουβαηλ· τοῖς υἱοῖς Σουβαηλ Ιαδια.
Verse: 21    
τῷ Ρααβια ἄρχων Ιεσιας.
Verse: 22    
καὶ τῷ Ισσαρι Σαλωμωϑ· τοῖς υἱοῖς Σαλωμωϑ Ιαϑ.
Verse: 23    
υἱοὶ Ιεδιου· Αμαδια δεύτερος, Ιαζιηλ τρίτος, Ιοκομ τέταρτος.
Verse: 24    
υἱοὶ Οζιηλ Μιχα· υἱοὶ Μιχα Σαμηρ.
Verse: 25    
ἀδελϕὸς Μιχα Ισια· υἱοὶ Ισια Ζαχαρια.
Verse: 26    
υἱοὶ Μεραρι Μοολι καὶ Μουσι, υἱοὶ Οζια, υἱοὶ Βοννι.
Verse: 27    
υἱοὶ Μεραρι τῷ Οζια, υἱοὶ αὐτοῦ Ισοαμ καὶ Ζακχουρ καὶ Αβδι.
Verse: 28    
τῷ Μοολι Ελεαζαρ καὶ Ιϑαμαρ· καὶ ἀπέϑανεν Ελεαζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοί.
Verse: 29    
τῷ Κις· υἱοὶ τοῦ Κις Ιραμαηλ.
Verse: 30    
καὶ υἱοὶ τοῦ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωϑ. οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ' οἴκους πατριῶν αὐτῶν.
Verse: 31    
καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καϑὼς οἱ ἀδελϕοὶ αὐτῶν υἱοὶ Ααρων ἐναντίον τοῦ βασιλέως καὶ Σαδωκ καὶ Αχιμελεχ καὶ ἀρχόντων πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι αρααβ καϑὼς οἱ ἀδελϕοὶ αὐτοῦ οἱ νεώτεροι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.