TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 387
Previous part

Chapter: 25 
Verse: 1    Καὶ ἔστησεν Δαυιδ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ασαϕ καὶ Αιμαν καὶ Ιδιϑων τοὺς ἀποϕϑεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ἀριϑμὸς αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν·
Verse: 2    
υἱοὶ Ασαϕ Ζακχουρ καὶ Ιωσηϕ καὶ Ναϑανιας καὶ Εραηλ, υἱοὶ Ασαϕ ἐχόμενοι Ασαϕ τοῦ προϕήτου ἐχόμενοι τοῦ βασιλέως.
Verse: 3    
τῷ Ιδιϑων υἱοὶ Ιδιϑων· Γοδολια καὶ Σουρι καὶ Ισαια καὶ Σεμεϊ καὶ Ασαβια καὶ Ματταϑιας, ἕξ, μετὰ τὸν πατέρα αὐτῶν Ιδιϑων ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ.
Verse: 4    
τῷ Αιμανι υἱοὶ Αιμαν· Βουκιας καὶ Μανϑανιας καὶ Αζαραηλ καὶ Σουβαηλ καὶ Ιεριμωϑ καὶ Ανανιας καὶ Ανανι καὶ Ηλιαϑα καὶ Γοδολλαϑι καὶ Ρωμεμϑι ωδ καὶ Ιεσβακασα καὶ Μαλληϑι καὶ Ωϑηρι καὶ Μεαζωϑ·
Verse: 5    
πάντες οὗτοι υἱοὶ τῷ Αιμαν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις ϑεοῦ ὑψῶσαι κέρας, καὶ ἔδωκεν ϑεὸς τῷ Αιμαν υἱοὺς δέκα τέσσαρας καὶ ϑυγατέρας τρεῖς.
Verse: 6    
πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ Ασαϕ καὶ Ιδιϑων καὶ Αιμανι.
Verse: 7    
καὶ ἐγένετο ἀριϑμὸς αὐτῶν μετὰ τοὺς ἀδελϕοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν κυρίῳ, πᾶς συνίων, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.
Verse: 8    
καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐϕημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανϑανόντων.
Verse: 9    
καὶ ἐξῆλϑεν κλῆρος πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελϕῶν αὐτοῦ τῷ Ασαϕ τῷ Ιωσηϕ Γοδολια· δεύτερος Ηνια, ἀδελϕοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ, δέκα δύο·
Verse: 10    
τρίτος Ζακχουρ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 11    
τέταρτος Ιεσδρι, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 12    
πέμπτος Ναϑανιας, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 13    
ἕκτος Βουκιας, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 14    
ἕβδομος Ισεριηλ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 15    
ὄγδοος Ιωσια, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 16    
ἔνατος Μανϑανιας, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 17    
δέκατος Σεμεϊ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 18    
ἑνδέκατος Αζαρια, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 19    
δωδέκατος Ασαβια, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 20    
τρισκαιδέκατος Σουβαηλ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 21    
τεσσαρεσκαιδέκατος Ματταϑιας, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 22    
πεντεκαιδέκατος Ιεριμωϑ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 23    
ἑκκαιδέκατος Ανανιας, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 24    
ἑπτακαιδέκατος Ιεσβακασα, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 25    
ὀκτωκαιδέκατος Ανανι, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 26    
ἐννεακαιδέκατος Μελληϑι, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 27    
εἰκοστὸς Ελιαϑα, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 28    
εἰκοστὸς πρῶτος Ηϑιρ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 29    
εἰκοστὸς δεύτερος Γοδολλαϑι, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 30    
τρίτος καὶ εἰκοστὸς Μεαζωϑ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 31    
τέταρτος καὶ εἰκοστὸς Ρωμεμϑι ωδ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.