TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 388
Previous part

Chapter: 26 
Verse: 1    Εἰς διαιρέσεις τῶν πυλῶν· υἱοῖς Κορεϊμ Μοσολλαμια υἱὸς Κωρη ἐκ τῶν υἱῶν Αβιασαϕ.
Verse: 2    
καὶ τῷ Μοσολλαμια υἱοί· Ζαχαριας πρωτότοκος, Ιδιηλ δεύτερος, Ζαβαδιας τρίτος, Ιεϑνουηλ τέταρτος,
Verse: 3    
Ωλαμ πέμπτος, Ιωαναν ἕκτος, Ελιωηναι ἕβδομος.
Verse: 4    
καὶ τῷ Αβδεδομ υἱοί· Σαμαιας πρωτότοκος, Ιωζαβαδ δεύτερος, Ιωαα τρίτος, Σωχαρ τέταρτος, Ναϑαναηλ πέμπτος,
Verse: 5    
Αμιηλ ἕκτος, Ισσαχαρ ἕβδομος, Φολλαϑι ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ϑεός.
Verse: 6    
καὶ τῷ Σαμαια υἱῷ αὐτοῦ ἐτέχϑησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν.
Verse: 7    
υἱοὶ Σαμαια· Γοϑνι καὶ Ραϕαηλ καὶ Ωβηδ καὶ Ελζαβαδ καὶ Αχιου, υἱοὶ δυνατοί, Ελιου καὶ Σαβχια καὶ Ισβακωμ.
Verse: 8    
πάντες ἀπὸ τῶν υἱῶν Αβδεδομ, αὐτοὶ καὶ οἱ ἀδελϕοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Αβδεδομ.
Verse: 9    
καὶ τῷ Μοσολλαμια υἱοὶ καὶ ἀδελϕοὶ δέκα καὶ ὀκτὼ δυνατοί.
Verse: 10    
καὶ τῷ Ωσα τῶν υἱῶν Μεραρι υἱοὶ ϕυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος, καὶ ἐποίησεν αὐτὸν πατὴρ αὐτοῦ ἄρχοντα
Verse: 11    
τῆς διαιρέσεως τῆς δευτέρας, Ταβλαι τρίτος, Ζαχαριας τέταρτος· πάντες οὗτοι, υἱοὶ καὶ ἀδελϕοὶ τῷ Ωσα, τρισκαίδεκα.
Verse: 12    
τούτοις αἱ διαιρέσεις τῶν πυλῶν, τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐϕημερίαι καϑὼς οἱ ἀδελϕοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου.
Verse: 13    
καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ' οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα.
Verse: 14    
καὶ ἔπεσεν κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμια καὶ Ζαχαρια· υἱοὶ Ιωας τῷ Μελχια ἔβαλον κλήρους, καὶ ἐξῆλϑεν κλῆρος βορρᾶ·
Verse: 15    
τῷ Αβδεδομ νότον κατέναντι οἴκου εσεϕιν
Verse: 16    
εἰς δεύτερον· τῷ Ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοϕορίου τῆς ἀναβάσεως· ϕυλακὴ κατέναντι ϕυλακῆς.
Verse: 17    
πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸ εσεϕιν δύο·
Verse: 18    
εἰς διαδεχομένους, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους.
Verse: 19    
αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Κορε καὶ τοῖς υἱοῖς Μεραρι.
Verse: 20    
Καὶ οἱ Λευῖται ἀδελϕοὶ αὐτῶν ἐπὶ τῶν ϑησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν ϑησαυρῶν τῶν καϑηγιασμένων·
Verse: 21    
υἱοὶ Λαδαν υἱοὶ τῷ Γηρσωνι τῷ Λαδαν, ἄρχοντες πατριῶν τῷ Λαδαν τῷ Γηρσωνι Ιιηλ.
Verse: 22    
καὶ υἱοὶ Ιιηλ Ζεϑομ καὶ Ιωηλ οἱ ἀδελϕοὶ ἐπὶ τῶν ϑησαυρῶν οἴκου κυρίου.
Verse: 23    
τῷ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ·
Verse: 24    
καὶ Σουβαηλ τοῦ Γηρσαμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν ϑησαυρῶν.
Verse: 25    
καὶ τῷ ἀδελϕῷ αὐτοῦ τῷ Ελιεζερ Ρααβιας υἱὸς καὶ Ιωσαιας καὶ Ιωραμ καὶ Ζεχρι καὶ Σαλωμωϑ.
Verse: 26    
αὐτὸς Σαλωμωϑ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ἐπὶ πάντων τῶν ϑησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασεν Δαυιδ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως,
Verse: 27    
ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαϕύρων καὶ ἡγίασεν ἀπ' αὐτῶν τοῦ μὴ καϑυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ ϑεοῦ,
Verse: 28    
καὶ ἐπὶ πάντων τῶν ἁγίων Σαμουηλ τοῦ προϕήτου καὶ Σαουλ τοῦ Κις καὶ Αβεννηρ τοῦ Νηρ καὶ Ιωαβ τοῦ Σαρουια· πᾶν, ἡγίασαν, διὰ χειρὸς Σαλωμωϑ καὶ τῶν ἀδελϕῶν αὐτοῦ.
Verse: 29    
Τῷ Ισσαρι Χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν.
Verse: 30    
τῷ Χεβρωνι Ασαβιας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ισραηλ πέραν τοῦ Ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως.
Verse: 31    
τοῦ Χεβρωνι· Ιουδιας ἄρχων τῶν Χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέϑη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ιαζηρ τῆς Γαλααδίτιδος,
Verse: 32    
καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, υἱοὶ δυνατοί, δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν· καὶ κατέστησεν αὐτοὺς Δαυιδ βασιλεὺς ἐπὶ τοῦ Ρουβηνι καὶ Γαδδι καὶ ἡμίσους ϕυλῆς Μανασση εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.