TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 389
Previous part

Chapter: 27 
Verse: 1    Καὶ υἱοὶ Ισραηλ κατ' ἀριϑμὸν αὐτῶν, ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνὸς εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες.
Verse: 2    
καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Ιεσβοαμ τοῦ Ζαβδιηλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες·
Verse: 3    
ἀπὸ τῶν υἱῶν Φαρες ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου.
Verse: 4    
καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδια Εχωχι, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως.
Verse: 5    
τρίτος τὸν μῆνα τὸν τρίτον Βαναιας τοῦ Ιωδαε ἱερεὺς ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες·
Verse: 6    
αὐτὸς Βαναιας δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Αμιζαβαϑ υἱὸς αὐτοῦ.
Verse: 7    
τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ασαηλ ἀδελϕὸς Ιωαβ καὶ Ζαβδιας υἱὸς αὐτοῦ καὶ οἱ ἀδελϕοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
Verse: 8    
πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ἡγούμενος Σαμαωϑ Ιεσραε, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες.
Verse: 9    
ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Οδουιας τοῦ Εκκης Θεκωίτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
Verse: 10    
ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χελλης ἐκ Φαλλους ἀπὸ τῶν υἱῶν Εϕραιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
Verse: 11    
ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαι Ισαϑι τῷ Ζαραϊ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
Verse: 12    
ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Αβιεζερ ἐξ Αναϑωϑ ἐκ γῆς Βενιαμιν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
Verse: 13    
δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρα ἐκ Νετουϕατ τῷ Ζαραϊ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
Verse: 14    
ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναιας ἐκ Φαραϑων τῶν υἱῶν Εϕραιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
Verse: 15    
δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδαι Νετωϕατι τῷ Γοϑονιηλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
Verse: 16    
Καὶ ἐπὶ τῶν ϕυλῶν Ισραηλ· τῷ Ρουβην ἡγούμενος Ελιεζερ τοῦ Ζεχρι, τῷ Συμεων Σαϕατιας τοῦ Μααχα,
Verse: 17    
τῷ Λευι Ασαβιας τοῦ Καμουηλ, τῷ Ααρων Σαδωκ,
Verse: 18    
τῷ Ιουδα Ελιαβ τῶν ἀδελϕῶν Δαυιδ, τῷ Ισσαχαρ Αμβρι τοῦ Μιχαηλ,
Verse: 19    
τῷ Ζαβουλων Σαμαιας τοῦ Αβδιου, τῷ Νεϕϑαλι Ιεριμωϑ τοῦ Εσριηλ,
Verse: 20    
τῷ Εϕραιμ Ωση τοῦ Οζιου, τῷ ἡμίσει ϕυλῆς Μανασση Ιωηλ τοῦ Φαδαια,
Verse: 21    
τῷ ἡμίσει ϕυλῆς Μανασση τῷ ἐν τῇ Γαλααδ Ιαδδαι τοῦ Ζαβδιου, τοῖς υἱοῖς Βενιαμιν Ασιηλ τοῦ Αβεννηρ,
Verse: 22    
τῷ Δαν Αζαραηλ τοῦ Ιωραμ. οὗτοι πατριάρχαι τῶν ϕυλῶν Ισραηλ.
Verse: 23    
καὶ οὐκ ἔλαβεν Δαυιδ τὸν ἀριϑμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι κύριος εἶπεν πληϑῦναι τὸν Ισραηλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ.
Verse: 24    
καὶ Ιωαβ τοῦ Σαρουια ἤρξατο ἀριϑμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσεν, καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν Ισραηλ, καὶ οὐ κατεχωρίσϑη ἀριϑμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυιδ.
Verse: 25    
Καὶ ἐπὶ τῶν ϑησαυρῶν τοῦ βασιλέως Ασμωϑ τοῦ Ωδιηλ, καὶ ἐπὶ τῶν ϑησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ιωναϑαν τοῦ Οζιου.
Verse: 26    
ἐπὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Εσδρι τοῦ Χολουβ,
Verse: 27    
καὶ ἐπὶ τῶν χωρίων Σεμεϊ ἐκ Ραμα, καὶ ἐπὶ τῶν ϑησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρι τοῦ Σεϕνι,
Verse: 28    
καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανας Γεδωρίτης, ἐπὶ δὲ τῶν ϑησαυρῶν τοῦ ἐλαίου Ιωας.
Verse: 29    
καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ασιδων Σατραις Σαρωνίτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωϕατ τοῦ Αδλι,
Verse: 30    
ἐπὶ δὲ τῶν καμήλων Ωβιλ Ισμαηλίτης, ἐπὶ δὲ τῶν ὄνων Ιαδιας ἐκ Μεραϑων,
Verse: 31    
καὶ ἐπὶ τῶν προβάτων Ιαζιζ Αγαρίτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυιδ τοῦ βασιλέως.
Verse: 32    
καὶ Ιωναϑαν πατράδελϕος Δαυιδ σύμβουλος, ἄνϑρωπος συνετὸς καὶ γραμματεὺς αὐτός, καὶ Ιιηλ τοῦ Αχαμανι μετὰ τῶν υἱῶν τοῦ βασιλέως,
Verse: 33    
καὶ Αχιτοϕελ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσι πρῶτος ϕίλος τοῦ βασιλέως,
Verse: 34    
καὶ μετὰ τοῦτον Αχιτοϕελ ἐχόμενος Ιωδαε τοῦ Βαναιου καὶ Αβιαϑαρ, καὶ Ιωαβ ἀρχιστράτηγος τοῦ βασιλέως.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.