TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 390
Previous part

Chapter: 28 
Verse: 1    Καὶ ἐξεκκλησίασεν Δαυιδ πάντας τοὺς ἄρχοντας Ισραηλ, ἄρχοντας τῶν κριτῶν καὶ τοὺς ἄρχοντας τῶν ἐϕημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων καὶ τοὺς γαζοϕύλακας καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ τοὺς δυνάστας καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς, ἐν Ιερουσαλημ.
Verse: 2    
καὶ ἔστη Δαυιδ ἐν μέσῳ τῆς ἐκκλησίας καὶ εἶπεν ᾽Ακούσατέ μου, ἀδελϕοὶ καὶ λαός μου. ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαϑήκης κυρίου καὶ στάσιν ποδῶν κυρίου ἡμῶν, καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια·
Verse: 3    
καὶ ϑεὸς εἶπεν Οὐκ οἰκοδομήσεις ἐμοὶ οἶκον τοῦ ἐπονομάσαι τὸ ὄνομά μου ἐπ' αὐτῷ, ὅτι ἄνϑρωπος πολεμιστὴς εἶ σὺ καὶ αἵματα ἐξέχεας.
Verse: 4    
καὶ ἐξελέξατο κύριος ϑεὸς Ισραηλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ Ισραηλ εἰς τὸν αἰῶνα· καὶ ἐν Ιουδα ᾑρέτικεν τὸ βασίλειον καὶ ἐξ οἴκου Ιουδα τὸν οἶκον τοῦ πατρός μου, καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου ἐν ἐμοὶ ἠϑέλησεν τοῦ γενέσϑαι με βασιλέα ἐπὶ τῷ παντὶ Ισραηλ.
Verse: 5    
καὶ ἀπὸ πάντων τῶν υἱῶν μου [ὅτι πολλοὺς υἱοὺς ἔδωκέν μοι κύριος] ἐξελέξατο ἐν Σαλωμων τῷ υἱῷ μου καϑίσαι αὐτὸν ἐπὶ ϑρόνου βασιλείας κυρίου ἐπὶ τὸν Ισραηλ·
Verse: 6    
καὶ εἶπέν μοι ϑεός Σαλωμων υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου, ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱόν, κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα
Verse: 7    
καὶ κατορϑώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος, ἐὰν ἰσχύσῃ τοῦ ϕυλάξασϑαι τὰς ἐντολάς μου καὶ τὰ κρίματά μου ὡς ἡμέρα αὕτη.
Verse: 8    
καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας κυρίου καὶ ἐν ὠσὶν ϑεοῦ ἡμῶν ϕυλάξασϑε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς κυρίου τοῦ ϑεοῦ ἡμῶν, ἵνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαϑὴν καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν μεϑ' ὑμᾶς ἕως αἰῶνος.
Verse: 9    
καὶ νῦν, Σαλωμων υἱέ μου, γνῶϑι τὸν ϑεὸν τῶν πατέρων σου καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ ϑελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει κύριος καὶ πᾶν ἐνϑύμημα γιγνώσκει· ἐὰν ζητήσῃς αὐτόν, εὑρεϑήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτόν, καταλείψει σε εἰς τέλος.
Verse: 10    
ἰδὲ τοίνυν ὅτι κύριος ᾑρέτικέν σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα· ἴσχυε καὶ ποίει.
Verse: 11    
καὶ ἔδωκεν Δαυιδ Σαλωμων τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ καὶ τῶν ζακχω αὐτοῦ καὶ τῶν ὑπερῴων καὶ τῶν ἀποϑηκῶν τῶν ἐσωτέρων καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ
Verse: 12    
καὶ τὸ παράδειγμα, εἶχεν ἐν πνεύματι αὐτοῦ, τῶν αὐλῶν οἴκου κυρίου καὶ πάντων τῶν παστοϕορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποϑήκας οἴκου κυρίου καὶ τῶν ἀποϑηκῶν τῶν ἁγίων
Verse: 13    
καὶ τῶν καταλυμάτων τῶν ἐϕημεριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου καὶ τῶν ἀποϑηκῶν τῶν λειτουργησίμων σκευῶν τῆς λατρείας οἴκου κυρίου.
Verse: 14    
καὶ τὸν σταϑμὸν τῆς ὁλκῆς αὐτῶν, τῶν τε χρυσῶν καὶ ἀργυρῶν,
Verse: 15    
λυχνιῶν τὴν ὁλκὴν ἔδωκεν αὐτῷ καὶ τῶν λύχνων·
Verse: 16    
ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταϑμὸν τῶν τραπεζῶν τῆς προϑέσεως, ἑκάστης τραπέζης χρυσῆς καὶ ὡσαύτως τῶν ἀργυρῶν,
Verse: 17    
καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν ϕιαλῶν τῶν χρυσῶν καὶ τὸν σταϑμὸν τῶν χρυσῶν καὶ τῶν ἀργυρῶν, κεϕϕουρε ἑκάστου σταϑμοῦ.
Verse: 18    
καὶ τὸν τοῦ ϑυσιαστηρίου τῶν ϑυμιαμάτων ἐκ χρυσίου δοκίμου σταϑμὸν ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ ἅρματος τῶν χερουβιν τῶν διαπεπετασμένων ταῖς πτέρυξιν καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαϑήκης κυρίου.
Verse: 19    
πάντα ἐν γραϕῇ χειρὸς κυρίου ἔδωκεν Δαυιδ Σαλωμων κατὰ τὴν περιγενηϑεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος.
Verse: 20    
καὶ εἶπεν Δαυιδ Σαλωμων τῷ υἱῷ αὐτοῦ ῎Ισχυε καὶ ἀνδρίζου καὶ ποίει, μὴ ϕοβοῦ μηδὲ πτοηϑῇς, ὅτι κύριος ϑεός μου μετὰ σοῦ, οὐκ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου.
Verse: 21    
καὶ ἰδοὺ αἱ ἐϕημερίαι τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν λειτουργίαν οἴκου τοῦ ϑεοῦ καὶ μετὰ σοῦ ἐν πάσῃ πραγματείᾳ καὶ πᾶς πρόϑυμος ἐν σοϕίᾳ κατὰ πᾶσαν τέχνην καὶ οἱ ἄρχοντες καὶ πᾶς λαὸς εἰς πάντας τοὺς λόγους σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.