TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 391
Previous part

Chapter: 29 
Verse: 1    Καὶ εἶπεν Δαυιδ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ Σαλωμων υἱός μου, εἷς ὃν ᾑρέτικεν ἐν αὐτῷ κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνϑρώπῳ οἰκοδομή, ἀλλ' κυρίῳ ϑεῷ.
Verse: 2    
κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον ϑεοῦ μου χρυσίον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίϑους σοομ καὶ πληρώσεως καὶ λίϑους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίϑον τίμιον καὶ πάριον πολύν.
Verse: 3    
καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ ϑεοῦ μου ἔστιν μοι περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον ϑεοῦ μου εἰς ὕψος ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων,
Verse: 4    
τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουϕιρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειϕϑῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ
Verse: 5    
διὰ χειρὸς τεχνιτῶν. καὶ τίς προϑυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον κυρίῳ;
Verse: 6    
καὶ προεϑυμήϑησαν ἄρχοντες τῶν πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ισραηλ καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκονόμοι τοῦ βασιλέως
Verse: 7    
καὶ ἔδωκαν εἰς τὰ ἔργα οἴκου κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν.
Verse: 8    
καὶ οἷς εὑρέϑη παρ' αὐτοῖς λίϑος, ἔδωκαν εἰς τὰς ἀποϑήκας οἴκου κυρίου διὰ χειρὸς Ιιηλ τοῦ Γηρσωνι.
Verse: 9    
καὶ εὐϕράνϑη λαὸς ὑπὲρ τοῦ προϑυμηϑῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεϑυμήϑησαν τῷ κυρίῳ, καὶ Δαυιδ βασιλεὺς εὐϕράνϑη μεγάλως.
Verse: 10    
καὶ εὐλόγησεν βασιλεὺς Δαυιδ τὸν κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων Εὐλογητὸς εἶ, κύριε ϑεὸς Ισραηλ, πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος.
Verse: 11    
σοί, κύριε, μεγαλωσύνη καὶ δύναμις καὶ τὸ καύχημα καὶ νίκη καὶ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις, ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔϑνος.
Verse: 12    
παρὰ σοῦ πλοῦτος καὶ δόξα, σὺ πάντων ἄρχεις, κύριε ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου, παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα.
Verse: 13    
καὶ νῦν, κύριε, ἐξομολογούμεϑά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.
Verse: 14    
καὶ τίς εἰμι ἐγὼ καὶ τίς λαός μου, ὅτι ἰσχύσαμεν προϑυμηϑῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι.
Verse: 15    
ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν· ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή.
Verse: 16    
κύριε ϑεὸς ἡμῶν, πᾶν τὸ πλῆϑος τοῦτο, ἡτοίμακα οἰκοδομηϑῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σού ἐστιν, καὶ σοὶ τὰ πάντα.
Verse: 17    
καὶ ἔγνων, κύριε, ὅτι σὺ εἶ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾷς· ἐν ἁπλότητι καρδίας προεϑυμήϑην πάντα ταῦτα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεϑέντα ὧδε εἶδον ἐν εὐϕροσύνῃ προϑυμηϑέντα σοι.
Verse: 18    
κύριε ϑεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ τῶν πατέρων ἡμῶν, ϕύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύϑυνον τὰς καρδίας αὐτῶν πρὸς σέ.
Verse: 19    
καὶ Σαλωμων τῷ υἱῷ μου δὸς καρδίαν ἀγαϑὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.
Verse: 20    
καὶ εἶπεν Δαυιδ πάσῃ τῇ ἐκκλησίᾳ Εὐλογήσατε κύριον τὸν ϑεὸν ὑμῶν· καὶ εὐλόγησεν πᾶσα ἐκκλησία κύριον τὸν ϑεὸν τῶν πατέρων αὐτῶν καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ κυρίῳ καὶ τῷ βασιλεῖ.
Verse: 21    
καὶ ἔϑυσεν Δαυιδ τῷ κυρίῳ ϑυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ ϑεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας, μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ ϑυσίας εἰς πλῆϑος παντὶ τῷ Ισραηλ.
Verse: 22    
καὶ ἔϕαγον καὶ ἔπιον ἐναντίον κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμων υἱὸν Δαυιδ καὶ ἔχρισαν αὐτὸν τῷ κυρίῳ εἰς βασιλέα καὶ Σαδωκ εἰς ἱερωσύνην.
Verse: 23    
καὶ ἐκάϑισεν Σαλωμων ἐπὶ ϑρόνου Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήϑη, καὶ ἐπήκουσαν αὐτοῦ πᾶς Ισραηλ·
Verse: 24    
οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ τοῦ βασιλέως Δαυιδ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ.
Verse: 25    
καὶ ἐμεγάλυνεν κύριος τὸν Σαλωμων ἐπάνωϑεν ἐναντίον παντὸς Ισραηλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσϑεν αὐτοῦ.
Verse: 26    
Καὶ Δαυιδ υἱὸς Ιεσσαι ἐβασίλευσεν ἐπὶ Ισραηλ
Verse: 27    
ἔτη τεσσαράκοντα, ἐν Χεβρων ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ ἔτη τριάκοντα τρία.
Verse: 28    
καὶ ἐτελεύτησεν ἐν γήρει καλῷ πλήρης ἡμερῶν πλούτῳ καὶ δόξῃ, καὶ ἐβασίλευσεν Σαλωμων υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 29    
οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυιδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουηλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Ναϑαν τοῦ προϕήτου καὶ ἐπὶ λόγων Γαδ τοῦ βλέποντος
Verse: 30    
περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ καὶ οἱ καιροί, οἳ ἐγένοντο ἐπ' αὐτῷ καὶ ἐπὶ τὸν Ισραηλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.