TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 365
Previous part

Chapter: 3 
Verse: 1    Καὶ οὗτοι ἦσαν υἱοὶ Δαυιδ οἱ τεχϑέντες αὐτῷ ἐν Χεβρων· πρωτότοκος Αμνων τῇ Αχινααμ τῇ Ιεζραηλίτιδι, δεύτερος Δανιηλ τῇ Αβιγαια τῇ Καρμηλίᾳ,
Verse: 2    
τρίτος Αβεσσαλωμ υἱὸς Μωχα ϑυγατρὸς Θολμαι βασιλέως Γεδσουρ, τέταρτος Αδωνια υἱὸς Αγγιϑ,
Verse: 3    
πέμπτος Σαϕατια τῆς Αβιταλ, ἕκτος Ιεϑρααμ τῇ Αγλα γυναικὶ αὐτοῦ.
Verse: 4    
ἓξ ἐγεννήϑησαν αὐτῷ ἐν Χεβρων, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ,
Verse: 5    
καὶ οὗτοι ἐτέχϑησαν αὐτῷ ἐν Ιερουσαλημ· Σαμαα, Σωβαβ, Ναϑαν καὶ Σαλωμων, τέσσαρες τῇ Βηρσαβεε ϑυγατρὶ Αμιηλ,
Verse: 6    
καὶ Ιβααρ καὶ Ελισαμα καὶ Ελιϕαλετ
Verse: 7    
καὶ Ναγε καὶ Ναϕαγ καὶ Ιανουε
Verse: 8    
καὶ Ελισαμα καὶ Ελιαδα καὶ Ελιϕαλετ, ἐννέα.
Verse: 9    
πάντες υἱοὶ Δαυιδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημαρ ἀδελϕὴ αὐτῶν.
Verse: 10    
Υἱοὶ Σαλωμων· Ροβοαμ, Αβια υἱὸς αὐτοῦ, Ασα υἱὸς αὐτοῦ, Ιωσαϕατ υἱὸς αὐτοῦ,
Verse: 11    
Ιωραμ υἱὸς αὐτοῦ, Οχοζια υἱὸς αὐτοῦ, Ιωας υἱὸς αὐτοῦ,
Verse: 12    
Αμασιας υἱὸς αὐτοῦ, Αζαρια υἱὸς αὐτοῦ, Ιωαϑαν υἱὸς αὐτοῦ,
Verse: 13    
Αχαζ υἱὸς αὐτοῦ, Εζεκιας υἱὸς αὐτοῦ, Μανασσης υἱὸς αὐτοῦ,
Verse: 14    
Αμων υἱὸς αὐτοῦ, Ιωσια υἱὸς αὐτοῦ.
Verse: 15    
καὶ υἱοὶ Ιωσια· πρωτότοκος Ιωαναν, δεύτερος Ιωακιμ, τρίτος Σεδεκια, τέταρτος Σαλουμ.
Verse: 16    
καὶ υἱοὶ Ιωακιμ· Ιεχονιας υἱὸς αὐτοῦ, Σεδεκιας υἱὸς αὐτοῦ.
Verse: 17    
καὶ υἱοὶ Ιεχονια ασιρ· Σαλαϑιηλ υἱὸς αὐτοῦ,
Verse: 18    
Μελχιραμ καὶ Φαδαιας καὶ Σανεσαρ καὶ Ιεκεμια καὶ Ωσαμω καὶ Δενεϑι.
Verse: 19    
καὶ υἱοὶ Σαλαϑιηλ· Ζοροβαβελ καὶ Σεμεϊ. καὶ υἱοὶ Ζοροβαβελ· Μοσολλαμος καὶ Ανανια, καὶ Σαλωμιϑ ἀδελϕὴ αὐτῶν,
Verse: 20    
καὶ Ασουβε καὶ Οολ καὶ Βαραχια καὶ Ασαδια καὶ Ασοβαεσδ, πέντε.
Verse: 21    
καὶ υἱοὶ Ανανια· Φαλλετια, καὶ Ισαια υἱὸς αὐτοῦ, Ραϕαια υἱὸς αὐτοῦ, Ορνα υἱὸς αὐτοῦ, Αβδια υἱὸς αὐτοῦ, Σεχενια υἱὸς αὐτοῦ.
Verse: 22    
καὶ υἱὸς Σεχενια· Σαμαια. καὶ υἱοὶ Σαμαια· Χαττους καὶ Ιωηλ καὶ Μαρι καὶ Νωαδια καὶ Σαϕαϑ, ἕξ.
Verse: 23    
καὶ υἱοὶ Νωαδια· Ελιϑεναν καὶ Εζεκια καὶ Εζρικαμ, τρεῖς.
Verse: 24    
καὶ υἱοὶ Ελιϑεναν· Οδουια καὶ Ελιασιβ καὶ Φαλαια καὶ Ακουν καὶ Ιωαναν καὶ Δαλαια καὶ Ανανι, ἑπτά.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.