TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 366
Previous part

Chapter: 4 
Verse: 1    Καὶ υἱοὶ Ιουδα· Φαρες, Αρσων καὶ Χαρμι καὶ Ωρ, Σουβαλ
Verse: 2    
καὶ Ραια υἱὸς αὐτοῦ· καὶ Σουβαλ ἐγέννησεν τὸν Ιεϑ, καὶ Ιεϑ ἐγέννησεν τὸν Αχιμι καὶ τὸν Λααδ· αὗται αἱ γενέσεις τοῦ Σαραϑι.
Verse: 3    
καὶ οὗτοι υἱοὶ Αιταμ· Ιεζραηλ καὶ Ραγμα καὶ Ιαβας, καὶ ὄνομα ἀδελϕῆς αὐτῶν Εσηλεββων.
Verse: 4    
καὶ Φανουηλ πατὴρ Γεδωρ, καὶ Αζηρ πατὴρ Ωσαν. οὗτοι υἱοὶ Ωρ τοῦ πρωτοτόκου Εϕραϑα πατρὸς Βαιϑλαεμ.
Verse: 5    
καὶ τῷ Σαουρ πατρὶ Θεκωε ἦσαν δύο γυναῖκες, Αωδα καὶ Θοαδα.
Verse: 6    
καὶ ἔτεκεν αὐτῷ Αωδα τὸν Ωχαζαμ καὶ τὸν Ηϕαδ καὶ τὸν Θαιμαν καὶ τὸν Ασϑηραν· πάντες οὗτοι υἱοὶ Αωδας.
Verse: 7    
καὶ υἱοὶ Θοαδα· Σαρεϑ καὶ Σααρ καὶ Εϑναν.
Verse: 8    
καὶ Κως ἐγέννησεν τὸν Ενωβ καὶ τὸν Σαβηβα. καὶ γεννήσεις ἀδελϕοῦ Ρηχαβ υἱοῦ Ιαριμ.
Verse: 9    
καὶ ἦν Ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελϕοὺς αὐτοῦ· καὶ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιγαβης λέγουσα ῎Ετεκον ὡς γαβης.
Verse: 10    
καὶ ἐπεκαλέσατο Ιγαβης τὸν ϑεὸν Ισραηλ λέγων ᾽Εὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληϑύνῃς τὰ ὅριά μου καὶ χείρ σου μετ' ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με. καὶ ἐπήγαγεν ϑεὸς πάντα, ὅσα ᾐτήσατο.
Verse: 11    
καὶ Χαλεβ πατὴρ Ασχα ἐγέννησεν τὸν Μαχιρ· οὗτος πατὴρ Ασσαϑων.
Verse: 12    
καὶ Ασσαϑων ἐγέννησεν τὸν Βαϑρεϕαν καὶ τὸν Φεσσηε καὶ τὸν Θανα πατέρα πόλεως Ναας ἀδελϕοῦ Εσελων τοῦ Κενεζι· οὗτοι ἄνδρες Ρηϕα.
Verse: 13    
καὶ υἱοὶ Κενεζ· Γοϑονιηλ καὶ Σαραια. καὶ υἱοὶ Γοϑονιηλ· Αϑαϑ.
Verse: 14    
καὶ Μαναϑι ἐγέννησεν τὸν Γοϕερα. καὶ Σαραια ἐγέννησεν τὸν Ιωαβ πατέρα Αγεαδδαϊρ, ὅτι τέκτονες ἦσαν.
Verse: 15    
καὶ υἱοὶ Χαλεβ υἱοῦ Ιεϕοννη· Ηρα, Αλα καὶ Νοομ. καὶ υἱοὶ Αλα· Κενεζ.
Verse: 16    
καὶ υἱὸς αὐτοῦ Γεσεηλ, Αμηαχι καὶ Ζαϕα καὶ Ζαιρα καὶ Εσεραηλ.
Verse: 17    
καὶ υἱοὶ Εσρι· Ιεϑερ, Μωραδ καὶ Αϕερ καὶ Ιαλων. καὶ ἐγέννησεν Ιεϑερ τὸν Μαρων καὶ τὸν Σεμαι καὶ τὸν Μαρεϑ πατέρα Εσϑεμων.
Verse: 18    
καὶ γυνὴ αὐτοῦ [αὕτη Αδια] ἔτεκεν τὸν Ιαρεδ πατέρα Γεδωρ καὶ τὸν Αβερ πατέρα Σωχων καὶ τὸν Ιεκϑιηλ πατέρα Ζανω· καὶ οὗτοι υἱοὶ Γελια ϑυγατρὸς Φαραω, ἣν ἔλαβεν Μωρηδ.
Verse: 19    
καὶ υἱοὶ γυναικὸς τῆς Ιδουιας ἀδελϕῆς Ναχεμ. καὶ Δαλια πατὴρ Κεϊλα, καὶ Σεμειων πατὴρ Ιωμαν. καὶ υἱοὶ Ναημ πατρὸς Κεϊλα· Αγαρμι καὶ Εσϑεμωη Μαχαϑι.
Verse: 20    
καὶ υἱοὶ Σεμιων· Αμνων καὶ Ρανα, υἱὸς Αναν καὶ Θιλων. καὶ υἱοὶ Ισεϊ· Ζωαϑ καὶ υἱοὶ Ζωαϑ.
Verse: 21    
Υἱοὶ Σηλωμ υἱοῦ Ιουδα· Ηρ πατὴρ Ληχα καὶ Λααδα πατὴρ Μαρησα καὶ γενέσεις οἰκιῶν εϕραϑ αβακ τῷ οἴκῳ Εσοβα
Verse: 22    
καὶ Ιωακιμ καὶ ἄνδρες Χωζηβα καὶ Ιωας καὶ Σαραϕ, οἳ κατῴκησαν ἐν Μωαβ· καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αϑουκιιν.
Verse: 23    
οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ναταϊμ καὶ Γαδηρα· μετὰ τοῦ βασιλέως ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ.
Verse: 24    
Υἱοὶ Συμεων· Ναμουηλ καὶ Ιαμιν, Ιαριβ, Ζαρε, Σαουλ·
Verse: 25    
Σαλεμ υἱὸς αὐτοῦ, Μαβασαμ υἱὸς αὐτοῦ, Μασμα υἱὸς αὐτοῦ,
Verse: 26    
Αμουηλ υἱὸς αὐτοῦ, Σαβουδ υἱὸς αὐτοῦ, Ζακχουρ υἱὸς αὐτοῦ, Σεμεϊ υἱὸς αὐτοῦ.
Verse: 27    
καὶ τῷ Σεμεϊ υἱοὶ ἑκκαίδεκα καὶ ϑυγατέρες τρεῖς· καὶ τοῖς ἀδελϕοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα.
Verse: 28    
καὶ κατῴκησαν ἐν Βηρσαβεε καὶ Σαμα καὶ Μωλαδα καὶ Εσηρσουαλ
Verse: 29    
καὶ ἐν Βαλαα καὶ Βοασομ καὶ Θουλαδ
Verse: 30    
καὶ Βαϑουηλ καὶ Ερμα καὶ Σεκλαγ
Verse: 31    
καὶ Βαιϑμαρχαβωϑ καὶ ἥμισυ Σωσιμ καὶ οἶκον Βαρουμσεωριμ· αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυιδ.
Verse: 32    
καὶ ἐπαύλεις αὐτῶν· Αιταμ καὶ Ηνρεμμων καὶ Θοκκαν καὶ Αισαν, πόλεις πέντε.
Verse: 33    
καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βααλ· αὕτη κατάσχεσις αὐτῶν καὶ καταλοχισμὸς αὐτῶν.
Verse: 34    
καὶ Μοσωβαβ καὶ Ιεμολοχ καὶ Ιωσια υἱὸς Αμασια
Verse: 35    
καὶ Ιωηλ [καὶ οὗτος υἱὸς Ισαβια], υἱὸς Σαραια, υἱὸς Ασιηλ
Verse: 36    
καὶ Ελιωηναι καὶ Ιακαβα καὶ Ιασουια καὶ Ασαια καὶ Εδιηλ καὶ Ισμαηλ καὶ Βαναια
Verse: 37    
καὶ Ζουζα υἱὸς Σεϕεϊ υἱοῦ Αλλων υἱοῦ Ιεδια υἱοῦ Σαμαρι υἱοῦ Σαμαιου.
Verse: 38    
οὗτοι οἱ διελϑόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληϑύνϑησαν εἰς πλῆϑος.
Verse: 39    
καὶ ἐπορεύϑησαν ἕως τοῦ ἐλϑεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν·
Verse: 40    
καὶ εὗρον νομὰς πίονας καὶ ἀγαϑάς, καὶ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσϑεν.
Verse: 41    
καὶ ἤλϑοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ' ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀνεϑεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ' αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ.
Verse: 42    
καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύϑησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι, καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραϕαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν·
Verse: 43    
καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειϕϑέντας τοῦ Αμαληκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.