TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 367
Previous part

Chapter: 5 
Verse: 1    Καὶ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ, ὅτι οὗτος πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ιωσηϕ υἱῷ Ισραηλ, καὶ οὐκ ἐγενεαλογήϑη εἰς πρωτοτόκια·
Verse: 2    
ὅτι Ιουδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελϕοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ εὐλογία τοῦ Ιωσηϕ.
Verse: 3    
υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ· Ενωχ καὶ Φαλλους, Αρσων καὶ Χαρμι.
Verse: 4    
υἱοὶ Ιωηλ· Σεμεϊ καὶ Βαναια υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γουγ υἱοῦ Σεμεϊ·
Verse: 5    
υἱὸς αὐτοῦ Μιχα, υἱὸς αὐτοῦ Ρηχα, υἱὸς αὐτοῦ Βααλ,
Verse: 6    
υἱὸς αὐτοῦ Βεηρα, ὃν μετῴκισεν Θαγλαϑϕαλνασαρ βασιλεὺς Ασσουρ· οὗτος ἄρχων τῶν Ρουβην.
Verse: 7    
καὶ ἀδελϕοὶ αὐτοῦ τῇ πατριᾷ αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν· ἄρχων Ιωηλ καὶ Ζαχαρια
Verse: 8    
καὶ Βαλεκ υἱὸς Οζουζ υἱὸς Σαμα υἱὸς Ιωηλ· οὗτος κατῴκησεν ἐν Αροηρ καὶ ἐπὶ Ναβαυ καὶ Βεελμαων
Verse: 9    
καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐϕράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλααδ.
Verse: 10    
καὶ ἐν ἡμέραις Σαουλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατ' ἀνατολὰς τῆς Γαλααδ.
Verse: 11    
Υἱοὶ Γαδ κατέναντι αὐτῶν κατῴκησαν ἐν τῇ Βασαν ἕως Σελχα.
Verse: 12    
Ιωηλ πρωτότοκος, καὶ Σαϕαμ δεύτερος, καὶ Ιανι γραμματεὺς ἐν Βασαν.
Verse: 13    
καὶ οἱ ἀδελϕοὶ αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν· Μιχαηλ, Μοσολλαμ καὶ Σεβεε καὶ Ιωρεε καὶ Ιαχαν καὶ Ζουε καὶ Ωβηδ, ἑπτά.
Verse: 14    
οὗτοι υἱοὶ Αβιχαιλ υἱοῦ Ουρι υἱοῦ Ιδαι υἱοῦ Γαλααδ υἱοῦ Μιχαηλ υἱοῦ Ισαι υἱοῦ Ιουρι υἱοῦ Ζαβουχαμ
Verse: 15    
υἱοῦ Αβδιηλ υἱοῦ Γουνι· ἄρχων οἴκου πατριῶν.
Verse: 16    
κατῴκουν ἐν Γαλααδ, ἐν Βασαν καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρων ἕως ἐξόδου.
Verse: 17    
πάντων καταλοχισμὸς ἐν ἡμέραις Ιωαϑαμ βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ βασιλέως Ισραηλ.
Verse: 18    
Υἱοὶ Ρουβην καὶ Γαδ καὶ ἥμισυ ϕυλῆς Μανασση ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν.
Verse: 19    
καὶ ἐποίουν πόλεμον μετὰ τῶν Αγαρηνῶν καὶ Ιτουραίων καὶ Ναϕισαίων καὶ Ναδαβαίων
Verse: 20    
καὶ κατίσχυσαν ἐπ' αὐτῶν, καὶ ἐδόϑησαν εἰς χεῖρας αὐτῶν οἱ Αγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν ϑεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ' αὐτόν.
Verse: 21    
καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας·
Verse: 22    
ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ ϑεοῦ πόλεμος. καὶ κατῴκησαν ἀντ' αὐτῶν ἕως τῆς μετοικεσίας.
Verse: 23    
Καὶ οἱ ἡμίσεις ϕυλῆς Μανασση κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασαν ἕως Βααλερμων καὶ Σανιρ καὶ ὄρος Αερμων· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσϑησαν.
Verse: 24    
καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Οϕερ καὶ Ισεϊ καὶ Ελιηλ καὶ Εσδριηλ καὶ Ιερμια καὶ Ωδουια καὶ Ιεδιηλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν.
Verse: 25    
Καὶ ἠϑέτησαν ἐν ϑεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω ϑεῶν λαῶν τῆς γῆς, οὓς ἐξῆρεν ϑεὸς ἀπὸ προσώπου αὐτῶν.
Verse: 26    
καὶ ἐπήγειρεν ϑεὸς Ισραηλ τὸ πνεῦμα Φαλωχ βασιλέως Ασσουρ καὶ τὸ πνεῦμα Θαγλαϑϕαλνασαρ βασιλέως Ασσουρ, καὶ μετῴκισεν τὸν Ρουβην καὶ τὸν Γαδδι καὶ τὸ ἥμισυ ϕυλῆς Μανασση καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλαχ καὶ Χαβωρ καὶ ἐπὶ ποταμὸν Γωζαν ἕως τῆς ἡμέρας ταύτης.
Verse: 27    
Υἱοὶ Λευι· Γεδσων, Κααϑ καὶ Μεραρι.
Verse: 28    
καὶ υἱοὶ Κααϑ· Αμβραμ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ.
Verse: 29    
καὶ υἱοὶ Αμβραμ· Ααρων καὶ Μωυσῆς καὶ Μαριαμ. καὶ υἱοὶ Ααρων· Ναδαβ καὶ Αβιουδ, Ελεαζαρ καὶ Ιϑαμαρ.
Verse: 30    
Ελεαζαρ ἐγέννησεν τὸν Φινεες, Φινεες ἐγέννησεν τὸν Αβισου,
Verse: 31    
Αβισου ἐγέννησεν τὸν Βωκαι, Βωκαι ἐγέννησεν τὸν Οζι,
Verse: 32    
Οζι ἐγέννησε τὸν Ζαραια, Ζαραια ἐγέννησεν τὸν Μαριηλ,
Verse: 33    
καὶ Μαριηλ ἐγέννησεν τὸν Αμαρια, καὶ Αμαρια ἐγέννησεν τὸν Αχιτωβ,
Verse: 34    
καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ, καὶ Σαδωκ ἐγέννησεν τὸν Αχιμαας,
Verse: 35    
καὶ Αχιμαας ἐγέννησεν τὸν Αζαρια, καὶ Αζαριας ἐγέννησεν τὸν Ιωαναν,
Verse: 36    
καὶ Ιωανας ἐγέννησεν τὸν Αζαριαν· οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ, ᾠκοδόμησεν Σαλωμων ἐν Ιερουσαλημ.
Verse: 37    
καὶ ἐγέννησεν Αζαρια τὸν Αμαρια, καὶ Αμαρια ἐγέννησεν τὸν Αχιτωβ,
Verse: 38    
καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ, καὶ Σαδωκ ἐγέννησεν τὸν Σαλωμ,
Verse: 39    
καὶ Σαλωμ ἐγέννησεν τὸν Χελκιαν, καὶ Χελκιας ἐγέννησεν τὸν Αζαρια,
Verse: 40    
καὶ Αζαριας ἐγέννησεν τὸν Σαραια, καὶ Σαραιας ἐγέννησεν τὸν Ιωσαδακ.
Verse: 41    
καὶ Ιωσαδακ ἐπορεύϑη ἐν τῇ μετοικίᾳ μετὰ Ιουδα καὶ Ιερουσαλημ ἐν χειρὶ Ναβουχοδονοσορ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.