TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 392
Previous part

Book: Chr.II 
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β'


Chapter: 1 
Verse: 1    Καὶ ἐνίσχυσεν Σαλωμων υἱὸς Δαυιδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ κύριος ϑεὸς αὐτοῦ μετ' αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος.
Verse: 2    
καὶ εἶπεν Σαλωμων πρὸς πάντα Ισραηλ, τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσιν τοῖς ἄρχουσιν ἐναντίον Ισραηλ, τοῖς ἄρχουσι τῶν πατριῶν,
Verse: 3    
καὶ ἐπορεύϑη Σαλωμων καὶ πᾶσα ἐκκλησία μετ' αὐτοῦ εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαων, οὗ ἐκεῖ ἦν σκηνὴ τοῦ μαρτυρίου τοῦ ϑεοῦ, ἣν ἐποίησεν Μωυσῆς παῖς κυρίου ἐν τῇ ἐρήμῳ·
Verse: 4    
ἀλλὰ κιβωτὸν τοῦ ϑεοῦ ἀνήνεγκεν Δαυιδ ἐκ πόλεως Καριαϑιαριμ, ὅτι ἡτοίμασεν αὐτῇ σκηνὴν εἰς Ιερουσαλημ,
Verse: 5    
καὶ τὸ ϑυσιαστήριον τὸ χαλκοῦν, ἐποίησεν Βεσελεηλ υἱὸς Ουριου υἱοῦ Ωρ, ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς κυρίου, καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμων καὶ ἐκκλησία,
Verse: 6    
καὶ ἀνήνεγκεν ἐκεῖ Σαλωμων ἐπὶ τὸ ϑυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον κυρίου τὸ ἐν τῇ σκηνῇ καὶ ἀνήνεγκεν ἐπ' αὐτὸ ὁλοκαύτωσιν χιλίαν.
Verse: 7    
ἐν τῇ νυκτὶ ἐκείνῃ ὤϕϑη ϑεὸς τῷ Σαλωμων καὶ εἶπεν αὐτῷ Αἴτησαι τί σοι δῶ.
Verse: 8    
καὶ εἶπεν Σαλωμων πρὸς τὸν ϑεόν Σὺ ἐποίησας μετὰ Δαυιδ τοῦ πατρός μου ἔλεος μέγα καὶ ἐβασίλευσάς με ἀντ' αὐτοῦ·
Verse: 9    
καὶ νῦν, κύριε ϑεός, πιστωϑήτω τὸ ὄνομά σου ἐπὶ Δαυιδ πατέρα μου, ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς χοῦς τῆς γῆς·
Verse: 10    
νῦν σοϕίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι· ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον;
Verse: 11    
καὶ εἶπεν ϑεὸς πρὸς Σαλωμων ᾽Ανϑ' ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω καὶ ᾔτησας σεαυτῷ σοϕίαν καὶ σύνεσιν, ὅπως κρίνῃς τὸν λαόν μου, ἐϕ' ὃν ἐβασίλευσά σε ἐπ' αὐτόν,
Verse: 12    
τὴν σοϕίαν καὶ τὴν σύνεσιν δίδωμί σοι καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι, ὡς οὐκ ἐγενήϑη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσϑέ σου καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως.
Verse: 13    
καὶ ἦλϑεν Σαλωμων ἐκ βαμα τῆς ἐν Γαβαων εἰς Ιερουσαλημ ἀπὸ προσώπου σκηνῆς μαρτυρίου καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ.
Verse: 14    
Καὶ συνήγαγεν Σαλωμων ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων, καὶ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ιερουσαλημ.
Verse: 15    
καὶ ἔϑηκεν βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίϑους καὶ τὰς κέδρους ἐν τῇ Ιουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆϑος.
Verse: 16    
καὶ ἔξοδος τῶν ἵππων τῶν Σαλωμων ἐξ Αἰγύπτου, καὶ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως· ἐμπορεύεσϑαι ἡγόραζον
Verse: 17    
καὶ ἀνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα· καὶ οὕτως πᾶσιν τοῖς βασιλεῦσιν τῶν Χετταίων καὶ βασιλεῦσιν Συρίας ἐν χερσὶν αὐτῶν ἔϕερον.
Verse: 18    
Καὶ εἶπεν Σαλωμων τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.