TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 401
Previous part

Chapter: 10 
Verse: 1    Καὶ ἦλϑεν Ροβοαμ εἰς Συχεμ, ὅτι εἰς Συχεμ ἤρχετο πᾶς Ισραηλ βασιλεῦσαι αὐτόν.
Verse: 2    
καὶ ἐγένετο ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ καὶ αὐτὸς ἐν Αἰγύπτῳ, ὡς ἔϕυγεν ἀπὸ προσώπου Σαλωμων τοῦ βασιλέως, καὶ κατῴκησεν Ιεροβοαμ ἐν Αἰγύπτῳ , καὶ ἀπέστρεψεν Ιεροβοαμ ἐξ Αἰγύπτου.
Verse: 3    
καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν, καὶ ἦλϑεν Ιεροβοαμ καὶ πᾶσα ἐκκλησία Ισραηλ πρὸς Ροβοαμ λέγοντες
Verse: 4    
῾Ο πατήρ σου ἐσκλήρυνεν τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄϕες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐϕ' ἡμᾶς, καὶ δουλεύσομέν σοι.
Verse: 5    
καὶ εἶπεν αὐτοῖς Πορεύεσϑε ἕως τριῶν ἡμερῶν καὶ ἔρχεσϑε πρός με· καὶ ἀπῆλϑεν λαός.
Verse: 6    
καὶ συνήγαγεν βασιλεὺς Ροβοαμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων Πῶς ὑμεῖς βουλεύεσϑε τοῦ ἀποκριϑῆναι τῷ λαῷ τούτῳ λόγον;
Verse: 7    
καὶ ἐλάλησαν αὐτῷ λέγοντες ᾽Εὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαϑὸν τῷ λαῷ τούτῳ καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαϑούς, καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας.
Verse: 8    
καὶ κατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων, οἳ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραϕέντων μετ' αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ.
Verse: 9    
καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς βουλεύεσϑε καὶ ἀποκριϑήσομαι λόγον τῷ λαῷ τούτῳ, οἳ ἐλάλησαν πρός με λέγοντες ῎Ανες ἀπὸ τοῦ ζυγοῦ, οὗ ἔδωκεν πατήρ σου ἐϕ' ἡμᾶς;
Verse: 10    
καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραϕέντα μετ' αὐτοῦ Οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σὲ λέγων ῾Ο πατήρ σου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄϕες ἀϕ' ἡμῶν, οὕτως ἐρεῖς ῾Ο μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσϕύος τοῦ πατρός μου·
Verse: 11    
καὶ νῦν πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ καὶ ἐγὼ προσϑήσω ἐπὶ τὸν ζυγὸν ὑμῶν, πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
Verse: 12    
καὶ ἦλϑεν Ιεροβοαμ καὶ πᾶς λαὸς πρὸς Ροβοαμ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐλάλησεν βασιλεὺς λέγων ᾽Επιστρέψατε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ.
Verse: 13    
καὶ ἀπεκρίϑη βασιλεὺς σκληρά, καὶ ἐγκατέλιπεν βασιλεὺς Ροβοαμ τὴν βουλὴν τῶν πρεσβυτέρων
Verse: 14    
καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων ῾Ο πατήρ μου ἐβάρυνεν τὸν ζυγὸν ὑμῶν καὶ ἐγὼ προσϑήσω ἐπ' αὐτόν, πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
Verse: 15    
καὶ οὐκ ἤκουσεν βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροϕὴ παρὰ τοῦ ϑεοῦ λέγων ᾽Ανέστησεν κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐν χειρὶ Αχια τοῦ Σηλωνίτου περὶ Ιεροβοαμ υἱοῦ Ναβατ
Verse: 16    
καὶ παντὸς Ισραηλ, ὅτι οὐκ ἤκουσεν βασιλεὺς αὐτῶν. καὶ ἀπεκρίϑη λαὸς πρὸς τὸν βασιλέα λέγων Τίς ἡμῖν μερὶς ἐν Δαυιδ καὶ κληρονομία ἐν υἱῷ Ιεσσαι; εἰς τὰ σκηνώματά σου, Ισραηλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυιδ. καὶ ἐπορεύϑη πᾶς Ισραηλ εἰς τὰ σκηνώματα αὐτοῦ·
Verse: 17    
καὶ ἄνδρες Ισραηλ οἱ κατοικοῦντες ἐν πόλεσιν Ιουδα καὶ ἐβασίλευσεν ἐπ' αὐτῶν Ροβοαμ.
Verse: 18    
καὶ ἀπέστειλεν βασιλεὺς Ροβοαμ τὸν Αδωνιραμ τὸν ἐπὶ τοῦ ϕόρου, καὶ ἐλιϑοβόλησαν αὐτὸν οἱ υἱοὶ Ισραηλ λίϑοις καὶ ἀπέϑανεν· καὶ βασιλεὺς Ροβοαμ ἔσπευσεν τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα τοῦ ϕυγεῖν εἰς Ιερουσαλημ.
Verse: 19    
καὶ ἠϑέτησεν Ισραηλ ἐν τῷ οἴκῳ Δαυιδ ἕως τῆς ἡμέρας ταύτης.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.