TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 402
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἦλϑεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν, ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον, καὶ ἐπολέμει πρὸς Ισραηλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ροβοαμ.
Verse: 2    
καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνϑρωπον τοῦ ϑεοῦ λέγων
Verse: 3    
Εἰπὸν πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων καὶ πρὸς πάντα Ιουδαν καὶ Βενιαμιν λέγων
Verse: 4    
Τάδε λέγει κύριος Οὐκ ἀναβήσεσϑε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελϕοὺς ὑμῶν· ἀποστρέϕετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ' ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο. καὶ ἐπήκουσαν τοῦ λόγου κυρίου καὶ ἀπεστράϕησαν τοῦ μὴ πορευϑῆναι ἐπὶ Ιεροβοαμ.
Verse: 5    
Καὶ κατῴκησεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ Ιουδαίᾳ.
Verse: 6    
καὶ ᾠκοδόμησεν τὴν Βαιϑλεεμ καὶ τὴν Αιταμ καὶ τὴν Θεκωε
Verse: 7    
καὶ τὴν Βαιϑσουρα καὶ τὴν Σοκχωϑ καὶ τὴν Οδολλαμ
Verse: 8    
καὶ τὴν Γεϑ καὶ τὴν Μαρισαν καὶ τὴν Ζιϕ
Verse: 9    
καὶ τὴν Αδωραιμ καὶ τὴν Λαχις καὶ τὴν Αζηκα
Verse: 10    
καὶ τὴν Σαραα καὶ τὴν Αιαλων καὶ τὴν Χεβρων, ἐστιν τοῦ Ιουδα καὶ Βενιαμιν, πόλεις τειχήρεις.
Verse: 11    
καὶ ὠχύρωσεν αὐτὰς τείχεσιν καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους καὶ παραϑέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον,
Verse: 12    
κατὰ πόλιν καὶ κατὰ πόλιν ϑυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆϑος σϕόδρα· καὶ ἦσαν αὐτῷ Ιουδα καὶ Βενιαμιν.
Verse: 13    
καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, οἳ ἦσαν ἐν παντὶ Ισραηλ, συνήχϑησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων·
Verse: 14    
ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύϑησαν πρὸς Ιουδαν εἰς Ιερουσαλημ, ὅτι ἐξέβαλεν αὐτοὺς Ιεροβοαμ καὶ οἱ υἱοὶ αὐτοῦ τοῦ μὴ λειτουργεῖν κυρίῳ
Verse: 15    
καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις, ἐποίησεν Ιεροβοαμ,
Verse: 16    
καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ ϕυλῶν Ισραηλ, οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι κύριον ϑεὸν Ισραηλ, καὶ ἦλϑον εἰς Ιερουσαλημ ϑῦσαι κυρίῳ ϑεῷ τῶν πατέρων αὐτῶν
Verse: 17    
καὶ κατίσχυσαν τὴν βασιλείαν Ιουδα καὶ κατίσχυσαν Ροβοαμ τὸν τοῦ Σαλωμων εἰς ἔτη τρία, ὅτι ἐπορεύϑη ἐν ταῖς ὁδοῖς Δαυιδ καὶ Σαλωμων ἔτη τρία.
Verse: 18    
Καὶ ἔλαβεν ἑαυτῷ Ροβοαμ γυναῖκα τὴν Μολλαϑ ϑυγατέρα Ιεριμουϑ υἱοῦ Δαυιδ, Αβαιαν ϑυγατέρα Ελιαβ τοῦ Ιεσσαι,
Verse: 19    
καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ιαους καὶ τὸν Σαμαριαν καὶ τὸν Ροολλαμ.
Verse: 20    
καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχα ϑυγατέρα Αβεσσαλωμ, καὶ ἔτεκεν αὐτῷ τὸν Αβια καὶ τὸν Ιεϑϑι καὶ τὸν Ζιζα καὶ τὸν Εμμωϑ.
Verse: 21    
καὶ ἠγάπησεν Ροβοαμ τὴν Μααχαν ϑυγατέρα Αβεσσαλωμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δέκα ὀκτὼ εἶχεν καὶ παλλακὰς τριάκοντα· καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ ϑυγατέρας ἑξήκοντα.
Verse: 22    
καὶ κατέστησεν εἰς ἄρχοντα Ροβοαμ τὸν Αβια τὸν τῆς Μααχα εἰς ἡγούμενον ἐν τοῖς ἀδελϕοῖς αὐτοῦ, ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν·
Verse: 23    
καὶ ηὐξήϑη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ιουδα καὶ Βενιαμιν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροϕὰς πλῆϑος πολὺ καὶ ᾐτήσατο πλῆϑος γυναικῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.