TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 403
Previous part

Chapter: 12 
Verse: 1    Καὶ ἐγένετο ὡς ἡτοιμάσϑη βασιλεία Ροβοαμ καὶ ὡς κατεκρατήϑη, ἐγκατέλιπεν τὰς ἐντολὰς κυρίου καὶ πᾶς Ισραηλ μετ' αὐτοῦ.
Verse: 2    
καὶ ἐγένετο ἐν τῷ πέμπτῳ ἔτει τῆς βασιλείας Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ, ὅτι ἥμαρτον ἐναντίον κυρίου,
Verse: 3    
ἐν χιλίοις καὶ διακοσίοις ἅρμασιν καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριϑμὸς τοῦ πλήϑους τοῦ ἐλϑόντος μετ' αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγλοδύται καὶ Αἰϑίοπες.
Verse: 4    
καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν, αἳ ἦσαν ἐν Ιουδα, καὶ ἦλϑεν εἰς Ιερουσαλημ.
Verse: 5    
καὶ Σαμαιας προϕήτης ἦλϑεν πρὸς Ροβοαμ καὶ πρὸς τοὺς ἄρχοντας Ιουδα τοὺς συναχϑέντας εἰς Ιερουσαλημ ἀπὸ προσώπου Σουσακιμ καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν κύριος ῾Υμεῖς ἐγκατελίπετέ με, κἀγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακιμ.
Verse: 6    
καὶ ᾐσχύνϑησαν οἱ ἄρχοντες Ισραηλ καὶ βασιλεὺς καὶ εἶπαν Δίκαιος κύριος.
Verse: 7    
καὶ ἐν τῷ ἰδεῖν κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν λέγων ᾽Ενετράπησαν, οὐ καταϕϑερῶ αὐτούς· καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ϑυμός μου ἐν Ιερουσαλημ,
Verse: 8    
ὅτι ἔσονται εἰς παῖδας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.
Verse: 9    
καὶ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν τοὺς ϑησαυροὺς τοὺς ἐν οἴκῳ κυρίου καὶ τοὺς ϑησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβεν· καὶ ἔλαβεν τοὺς ϑυρεοὺς τοὺς χρυσοῦς, οὓς ἐποίησεν Σαλωμων,
Verse: 10    
καὶ ἐποίησεν Ροβοαμ ϑυρεοὺς χαλκοῦς ἀντ' αὐτῶν. καὶ κατέστησεν ἐπ' αὐτὸν Σουσακιμ ἄρχοντας παρατρεχόντων τοὺς ϕυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως·
Verse: 11    
καὶ ἐγένετο ἐν τῷ εἰσελϑεῖν τὸν βασιλέα εἰς οἶκον κυρίου, εἰσεπορεύοντο οἱ ϕυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέϕοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων.
Verse: 12    
καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράϕη ἀπ' αὐτοῦ ὀργὴ κυρίου καὶ οὐκ εἰς καταϕϑορὰν εἰς τέλος· καὶ γὰρ ἐν Ιουδα ἦσαν λόγοι ἀγαϑοί.
Verse: 13    
Καὶ κατίσχυσεν Ροβοαμ ἐν Ιερουσαλημ καὶ ἐβασίλευσεν· καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ροβοαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ ἐν τῇ πόλει, ἐξελέξατο κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν ϕυλῶν υἱῶν Ισραηλ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμα Αμμανῖτις.
Verse: 14    
καὶ ἐποίησεν τὸ πονηρόν, ὅτι οὐ κατεύϑυνεν τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν κύριον.
Verse: 15    
καὶ λόγοι Ροβοαμ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαια τοῦ προϕήτου καὶ Αδδω τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμει Ροβοαμ τὸν Ιεροβοαμ πάσας τὰς ἡμέρας.
Verse: 16    
καὶ ἀπέϑανεν Ροβοαμ καὶ ἐτάϕη μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Αβια υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.