TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 404
Previous part

Chapter: 13 
Verse: 1    ᾽Εν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ιεροβοαμ ἐβασίλευσεν Αβια ἐπὶ Ιουδαν·
Verse: 2    
ἔτη τρία ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχα ϑυγάτηρ Ουριηλ ἀπὸ Γαβαων. καὶ πόλεμος ἦν ἀνὰ μέσον Αβια καὶ ἀνὰ μέσον Ιεροβοαμ.
Verse: 3    
καὶ παρετάξατο Αβια τὸν πόλεμον ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν, καὶ Ιεροβοαμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσιν, δυνατοὶ πολεμισταὶ δυνάμεως.
Verse: 4    
καὶ ἀνέστη Αβια ἀπὸ τοῦ ὄρους Σομορων, ἐστιν ἐν τῷ ὄρει Εϕραιμ, καὶ εἶπεν ᾽Ακούσατε, Ιεροβοαμ καὶ πᾶς Ισραηλ.
Verse: 5    
οὐχ ὑμῖν γνῶναι ὅτι κύριος ϑεὸς Ισραηλ ἔδωκεν βασιλείαν ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰῶνα τῷ Δαυιδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαϑήκην ἁλός;
Verse: 6    
καὶ ἀνέστη Ιεροβοαμ τοῦ Ναβατ παῖς Σαλωμων τοῦ Δαυιδ καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ.
Verse: 7    
καὶ συνήχϑησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀντέστη πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων, καὶ Ροβοαμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ.
Verse: 8    
καὶ νῦν λέγετε ὑμεῖς ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας κυρίου διὰ χειρὸς υἱῶν Δαυιδ· καὶ ὑμεῖς πλῆϑος πολύ, καὶ μεϑ' ὑμῶν μόσχοι χρυσοῖ, οὓς ἐποίησεν ὑμῖν Ιεροβοαμ εἰς ϑεούς.
Verse: 9    
οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς κυρίου τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς; πᾶς προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι ϑεῷ.
Verse: 10    
καὶ ἡμεῖς κύριον τὸν ϑεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσιν τῷ κυρίῳ οἱ υἱοὶ Ααρων καὶ οἱ Λευῖται ἐν ταῖς ἐϕημερίαις αὐτῶν·
Verse: 11    
ϑυμιῶσιν τῷ κυρίῳ ὁλοκαυτώματα πρωὶ καὶ δείλης καὶ ϑυμίαμα συνϑέσεως, καὶ προϑέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καϑαρᾶς, καὶ λυχνία χρυσῆ καὶ οἱ λυχνοὶ τῆς καύσεως ἀνάψαι δείλης, ὅτι ϕυλάσσομεν ἡμεῖς τὰς ϕυλακὰς κυρίου τοῦ ϑεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν.
Verse: 12    
καὶ ἰδοὺ μεϑ' ἡμῶν ἐν ἀρχῇ κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐϕ' ὑμᾶς. οἱ υἱοὶ τοῦ Ισραηλ, πολεμήσετε πρὸς κύριον ϑεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδωϑήσεται ὑμῖν.
Verse: 13    
καὶ Ιεροβοαμ ἀπέστρεψεν τὸ ἔνεδρον ἐλϑεῖν αὐτῶν ἐκ τῶν ὄπισϑεν· καὶ ἐγένετο ἔμπροσϑεν Ιουδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισϑεν.
Verse: 14    
καὶ ἀπέστρεψεν Ιουδας, καὶ ἰδοὺ αὐτοῖς πόλεμος ἐκ τῶν ἔμπροσϑεν καὶ ἐκ τῶν ὄπισϑεν, καὶ ἐβόησαν πρὸς κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξιν.
Verse: 15    
καὶ ἐβόησαν ἄνδρες Ιουδα, καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ιουδα καὶ κύριος ἐπάταξεν τὸν Ιεροβοαμ καὶ τὸν Ισραηλ ἐναντίον Αβια καὶ Ιουδα.
Verse: 16    
καὶ ἔϕυγον οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Ιουδα, καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας αὐτῶν.
Verse: 17    
καὶ ἐπάταξεν ἐν αὐτοῖς Αβια καὶ λαὸς αὐτοῦ πληγὴν μεγάλην, καὶ ἔπεσον τραυματίαι ἀπὸ Ισραηλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί.
Verse: 18    
καὶ ἐταπεινώϑησαν οἱ υἱοὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ Ιουδα, ὅτι ἤλπισαν ἐπὶ κύριον ϑεὸν τῶν πατέρων αὐτῶν.
Verse: 19    
καὶ κατεδίωξεν Αβια ὀπίσω Ιεροβοαμ καὶ προκατελάβετο παρ' αὐτοῦ πόλεις, τὴν Βαιϑηλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ισανα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Εϕρων καὶ τὰς κώμας αὐτῆς.
Verse: 20    
καὶ οὐκ ἔσχεν ἰσχὺν Ιεροβοαμ ἔτι πάσας τὰς ἡμέρας Αβια, καὶ ἐπάταξεν αὐτὸν κύριος, καὶ ἐτελεύτησεν.
Verse: 21    
Καὶ κατίσχυσεν Αβια καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δέκα τέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἴκοσι δύο καὶ ϑυγατέρας δέκα ἕξ.
Verse: 22    
καὶ οἱ λοιποὶ λόγοι Αβια καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προϕήτου Αδδω.
Verse: 23    
καὶ ἀπέϑανεν Αβια μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔϑαψαν αὐτὸν ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ασα υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. ᾽Εν ταῖς ἡμέραις Ασα ἡσύχασεν γῆ Ιουδα ἔτη δέκα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.