TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 405
Previous part

Chapter: 14 
Verse: 1    καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐϑὲς ἐνώπιον κυρίου ϑεοῦ αὐτοῦ.
Verse: 2    
καὶ ἀπέστησεν τὰ ϑυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση
Verse: 3    
καὶ εἶπεν τῷ Ιουδα ἐκζητῆσαι τὸν κύριον ϑεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τὸν νόμον καὶ τὰς ἐντολάς.
Verse: 4    
καὶ ἀπέστησεν ἀπὸ πασῶν τῶν πόλεων Ιουδα τὰ ϑυσιαστήρια καὶ τὰ εἴδωλα. καὶ εἰρήνευσεν·
Verse: 5    
πόλεις τειχήρεις ἐν γῇ Ιουδα, ὅτι εἰρήνευσεν γῆ· καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσιν τούτοις, ὅτι κατέπαυσεν αὐτῷ κύριος.
Verse: 6    
καὶ εἶπεν τῷ Ιουδα Οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλοὺς ἐν τῆς γῆς κυριεύσομεν, ὅτι καϑὼς ἐξεζητήσαμεν κύριον ϑεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόϑεν καὶ εὐόδωσεν ἡμῖν.
Verse: 7    
καὶ ἐγένετο τῷ Ασα δύναμις ὁπλοϕόρων αἰρόντων ϑυρεοὺς καὶ δόρατα ἐν γῇ Ιουδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμιν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως.
Verse: 8    
Καὶ ἐξῆλϑεν ἐπ' αὐτοὺς Ζαρε Αἰϑίοψ ἐν δυνάμει, ἐν χιλίαις χιλιάσιν καὶ ἅρμασιν τριακοσίοις, καὶ ἦλϑεν ἕως Μαρισα.
Verse: 9    
καὶ ἐξῆλϑεν Ασα εἰς συνάντησιν αὐτῷ καὶ παρετάξατο πόλεμον ἐν τῇ ϕάραγγι κατὰ βορρᾶν Μαρισης.
Verse: 10    
καὶ ἐβόησεν Ασα πρὸς κύριον ϑεὸν αὐτοῦ καὶ εἶπεν Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σῴζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς, κύριε ϑεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίϑαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλϑαμεν ἐπὶ τὸ πλῆϑος τὸ πολὺ τοῦτο· κύριε ϑεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σὲ ἄνϑρωπος.
Verse: 11    
καὶ ἐπάταξεν κύριος τοὺς Αἰϑίοπας ἐναντίον Ιουδα, καὶ ἔϕυγον οἱ Αἰϑίοπες·
Verse: 12    
καὶ κατεδίωξεν Ασα καὶ λαὸς αὐτοῦ ἕως Γεδωρ, καὶ ἔπεσον Αἰϑίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ· καὶ ἐσκύλευσαν σκῦλα πολλά.
Verse: 13    
καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδωρ, ὅτι ἐγενήϑη ἔκστασις κυρίου ἐπ' αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήϑη αὐτοῖς·
Verse: 14    
καί γε σκηνὰς κτήσεων, τοὺς Αμαζονεῖς, ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.