TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 406
Previous part

Chapter: 15 
Verse: 1    Καὶ Αζαριας υἱὸς Ωδηδ, ἐγένετο ἐπ' αὐτὸν πνεῦμα κυρίου,
Verse: 2    
καὶ ἐξῆλϑεν εἰς ἀπάντησιν Ασα καὶ παντὶ Ιουδα καὶ Βενιαμιν καὶ εἶπεν ᾽Ακούσατέ μου, Ασα καὶ πᾶς Ιουδα καὶ Βενιαμιν· κύριος μεϑ' ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ' αὐτοῦ, καὶ ἐὰν ἐκζητήσητε αὐτόν, εὑρεϑήσεται ὑμῖν, καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν, ἐγκαταλείψει ὑμᾶς.
Verse: 3    
καὶ ἡμέραι πολλαὶ τῷ Ισραηλ ἐν οὐ ϑεῷ ἀληϑινῷ καὶ οὐχ ἱερέως ὑποδεικνύοντος καὶ ἐν οὐ νόμῳ·
Verse: 4    
καὶ ἐπιστρέψει ἐπὶ κύριον ϑεὸν Ισραηλ, καὶ εὑρεϑήσεται αὐτοῖς.
Verse: 5    
καὶ ἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ, ὅτι ἔκστασις κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὰς χώρας.
Verse: 6    
καὶ πολεμήσει ἔϑνος πρὸς ἔϑνος καὶ πόλις πρὸς πόλιν, ὅτι ϑεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ ϑλίψει.
Verse: 7    
καὶ ὑμεῖς ἰσχύσατε, καὶ μὴ ἐκλυέσϑωσαν αἱ χεῖρες ὑμῶν, ὅτι ἔστιν μισϑὸς τῇ ἐργασίᾳ ὑμῶν.
Verse: 8    
καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προϕητείαν Αδαδ τοῦ προϕήτου καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ιουδα καὶ Βενιαμιν καὶ ἀπὸ τῶν πόλεων, ὧν κατέσχεν ἐν ὄρει Εϕραιμ, καὶ ἐνεκαίνισεν τὸ ϑυσιαστήριον κυρίου, ἦν ἔμπροσϑεν τοῦ ναοῦ κυρίου.
Verse: 9    
καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν καὶ τοὺς προσηλύτους τοὺς παροικοῦντας μετ' αὐτοῦ ἀπὸ Εϕραιμ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Συμεων, ὅτι προσετέϑησαν πρὸς αὐτὸν πολλοὶ τοῦ Ισραηλ ἐν τῷ ἰδεῖν αὐτοὺς ὅτι κύριος ϑεὸς αὐτοῦ μετ' αὐτοῦ.
Verse: 10    
καὶ συνήχϑησαν εἰς Ιερουσαλημ ἐν τῷ μηνὶ τῷ τρίτῳ ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ασα.
Verse: 11    
καὶ ἔϑυσεν τῷ κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπὸ τῶν σκύλων, ὧν ἤνεγκαν, μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια.
Verse: 12    
καὶ διῆλϑεν ἐν διαϑήκῃ ζητῆσαι κύριον ϑεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς·
Verse: 13    
καὶ πᾶς, ὃς ἐὰν μὴ ἐκζητήσῃ κύριον ϑεὸν Ισραηλ, ἀποϑανεῖται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου, ἀπὸ ἀνδρὸς ἕως γυναικός.
Verse: 14    
καὶ ὤμοσαν ἐν τῷ κυρίῳ ἐν ϕωνῇ μεγάλῃ καὶ ἐν σάλπιγξιν καὶ ἐν κερατίναις.
Verse: 15    
καὶ ηὐϕράνϑησαν πᾶς Ιουδα περὶ τοῦ ὅρκου, ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν καὶ ἐν πάσῃ ϑελήσει ἐζήτησαν αὐτόν, καὶ εὑρέϑη αὐτοῖς καὶ κατέπαυσεν αὐτοῖς κύριος κυκλόϑεν.
Verse: 16    
καὶ τὴν Μααχα τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι τῇ ᾽Αστάρτῃ λειτουργοῦσαν καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρῳ Κεδρων.
Verse: 17    
πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν, ἔτι ὑπῆρχεν ἐν τῷ Ισραηλ· ἀλλ' καρδία Ασα ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ.
Verse: 18    
καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου κυρίου τοῦ ϑεοῦ, ἀργύριον καὶ χρυσίον καὶ σκεύη.
Verse: 19    
Καὶ πόλεμος οὐκ ἦν μετ' αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ασα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.