TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 407
Previous part

Chapter: 16 
Verse: 1    καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ασα ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ᾠκοδόμησεν τὴν Ραμα τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ασα βασιλεῖ Ιουδα.
Verse: 2    
καὶ ἔλαβεν Ασα χρυσίον καὶ ἀργύριον ἐκ ϑησαυρῶν οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν τοῦ Αδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων
Verse: 3    
Διάϑου διαϑήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον, δεῦρο καὶ διασκέδασον ἀπ' ἐμοῦ τὸν Βαασα βασιλέα Ισραηλ καὶ ἀπελϑέτω ἀπ' ἐμοῦ.
Verse: 4    
καὶ ἤκουσεν υἱὸς Αδερ τοῦ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ισραηλ καὶ ἐπάταξεν τὴν Ιων καὶ τὴν Δαν καὶ τὴν Αβελμαιν καὶ πάσας τὰς περιχώρους Νεϕϑαλι.
Verse: 5    
καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασα ἀπέλιπεν τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ραμα καὶ κατέπαυσεν τὸ ἔργον αὐτοῦ.
Verse: 6    
καὶ Ασα βασιλεὺς ἔλαβεν πάντα τὸν Ιουδαν καὶ ἔλαβεν τοὺς λίϑους τῆς Ραμα καὶ τὰ ξύλα αὐτῆς, ᾠκοδόμησεν Βαασα, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαε καὶ τὴν Μασϕα.
Verse: 7    
καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλϑεν Ανανι προϕήτης πρὸς Ασα βασιλέα Ιουδα καὶ εἶπεν αὐτῷ ᾽Εν τῷ πεποιϑέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιϑέναι σε ἐπὶ κύριον ϑεόν σου, διὰ τοῦτο ἐσώϑη δύναμις Συρίας ἀπὸ τῆς χειρός σου.
Verse: 8    
οὐχ οἱ Αἰϑίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς ϑάρσος, εἰς ἱππεῖς εἰς πλῆϑος σϕόδρα; καὶ ἐν τῷ πεποιϑέναι σε ἐπὶ κύριον παρέδωκεν εἰς τὰς χεῖράς σου.
Verse: 9    
ὅτι οἱ ὀϕϑαλμοὶ κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος.
Verse: 10    
καὶ ἐϑυμώϑη Ασα τῷ προϕήτῃ καὶ παρέϑετο αὐτὸν εἰς ϕυλακήν, ὅτι ὠργίσϑη ἐπὶ τούτῳ· καὶ ἐλυμήνατο Ασα ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ.
Verse: 11    
Καὶ ἰδοὺ οἱ λόγοι Ασα οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ.
Verse: 12    
καὶ ἐμαλακίσϑη Ασα ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σϕόδρα ἐμαλακίσϑη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησεν κύριον, ἀλλὰ τοὺς ἰατρούς.
Verse: 13    
καὶ ἐκοιμήϑη Ασα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ,
Verse: 14    
καὶ ἔϑαψαν αὐτὸν ἐν τῷ μνήματι, ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυιδ, καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τῆς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκϕορὰν μεγάλην ἕως σϕόδρα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.