TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 408
Previous part

Chapter: 17 
Verse: 1    Καὶ ἐβασίλευσεν Ιωσαϕατ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ, καὶ κατίσχυσεν Ιωσαϕατ ἐπὶ τὸν Ισραηλ.
Verse: 2    
καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν Εϕραιμ, ἃς προκατελάβετο Ασα πατὴρ αὐτοῦ.
Verse: 3    
καὶ ἐγένετο κύριος μετὰ Ιωσαϕατ, ὅτι ἐπορεύϑη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα,
Verse: 4    
ἀλλὰ κύριον τὸν ϑεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύϑη, καὶ οὐχ ὡς τοῦ Ισραηλ τὰ ἔργα.
Verse: 5    
καὶ κατηύϑυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἔδωκεν πᾶς Ιουδα δῶρα τῷ Ιωσαϕατ, καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή.
Verse: 6    
καὶ ὑψώϑη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου, καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα.
Verse: 7    
καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναϑαναηλ καὶ Μιχαιαν, διδάσκειν ἐν πόλεσιν Ιουδα,
Verse: 8    
καὶ μετ' αὐτῶν οἱ Λευῖται Σαμουιας καὶ Ναϑανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωϑ καὶ Ιωναϑαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευῖται, καὶ μετ' αὐτῶν Ελισαμα καὶ Ιωραμ οἱ ἱερεῖς,
Verse: 9    
καὶ ἐδίδασκον ἐν Ιουδα, καὶ μετ' αὐτῶν βύβλος νόμου κυρίου, καὶ διῆλϑον ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόν.
Verse: 10    
καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς ταῖς κύκλῳ Ιουδα, καὶ οὐκ ἐπολέμουν πρὸς Ιωσαϕατ·
Verse: 11    
καὶ ἀπὸ τῶν ἀλλοϕύλων ἔϕερον τῷ Ιωσαϕατ δῶρα καὶ ἀργύριον καὶ δόματα, καὶ οἱ ῎Αραβες ἔϕερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους.
Verse: 12    
καὶ ἦν Ιωσαϕατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ιουδαίᾳ καὶ πόλεις ὀχυράς.
Verse: 13    
καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ιερουσαλημ.
Verse: 14    
καὶ οὗτος ἀριϑμὸς αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν· τῷ Ιουδα χιλίαρχοι, Εδνας ἄρχων καὶ μετ' αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες·
Verse: 15    
καὶ μετ' αὐτὸν Ιωαναν ἡγούμενος καὶ μετ' αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες·
Verse: 16    
καὶ μετ' αὐτὸν Αμασιας τοῦ Ζαχρι προϑυμούμενος τῷ κυρίῳ καὶ μετ' αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως.
Verse: 17    
καὶ ἐκ τοῦ Βενιαμιν δυνατὸς δυνάμεως Ελιαδα καὶ μετ' αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες·
Verse: 18    
καὶ μετ' αὐτὸν Ιωζαβαδ καὶ μετ' αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου.
Verse: 19    
οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ ἐκτὸς ὧν ἔδωκεν βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ιουδαίᾳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.