TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 409
Previous part

Chapter: 18 
Verse: 1    Καὶ ἐγενήϑη τῷ Ιωσαϕατ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Αχααβ.
Verse: 2    
καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Αχααβ εἰς Σαμάρειαν, καὶ ἔϑυσεν αὐτῷ Αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ' αὐτοῦ καὶ ἠπάτα αὐτὸν τοῦ συναναβῆναι μετ' αὐτοῦ εἰς Ραμωϑ τῆς Γαλααδίτιδος.
Verse: 3    
καὶ εἶπεν Αχααβ βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ βασιλέα Ιουδα Πορεύσῃ μετ' ἐμοῦ εἰς Ραμωϑ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ ῾Ως ἐγώ, οὕτως καὶ σύ· ὡς λαός σου, καὶ λαός μου μετὰ σοῦ εἰς πόλεμον.
Verse: 4    
καὶ εἶπεν Ιωσαϕατ πρὸς βασιλέα Ισραηλ Ζήτησον δὴ σήμερον τὸν κύριον.
Verse: 5    
καὶ συνήγαγεν βασιλεὺς Ισραηλ τοὺς προϕήτας, τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς Εἰ πορευϑῶ εἰς Ραμωϑ Γαλααδ εἰς πόλεμον ἐπίσχω; καὶ εἶπαν ᾽Ανάβαινε, καὶ δώσει ϑεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως.
Verse: 6    
καὶ εἶπεν Ιωσαϕατ Οὐκ ἔστιν ὧδε προϕήτης τοῦ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ' αὐτοῦ;
Verse: 7    
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ ῎Ετι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν κύριον δι' αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστιν προϕητεύων περὶ ἐμοῦ εἰς ἀγαϑά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μιχαιας υἱὸς Ιεμλα. καὶ εἶπεν Ιωσαϕατ Μὴ λαλείτω βασιλεὺς οὕτως.
Verse: 8    
καὶ ἐκάλεσεν βασιλεὺς Ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν Τάχος Μιχαιαν υἱὸν Ιεμλα.
Verse: 9    
καὶ βασιλεὺς Ισραηλ καὶ Ιωσαϕατ βασιλεὺς Ιουδα καϑήμενοι ἕκαστος ἐπὶ ϑρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολὰς καϑήμενοι ἐν τῷ εὐρυχώρῳ ϑύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προϕῆται ἐπροϕήτευον ἐναντίον αὐτῶν.
Verse: 10    
καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει κύριος ᾽Εν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως ἂν συντελεσϑῇ.
Verse: 11    
καὶ πάντες οἱ προϕῆται ἐπροϕήτευον οὕτως λέγοντες ᾽Ανάβαινε εἰς Ραμωϑ Γαλααδ καὶ εὐοδωϑήσῃ, καὶ δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως.
Verse: 12    
καὶ ἄγγελος πορευϑεὶς τοῦ καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων ᾽Ιδοὺ ἐλάλησαν οἱ προϕῆται ἐν στόματι ἑνὶ ἀγαϑὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαϑά.
Verse: 13    
καὶ εἶπεν Μιχαιας Ζῇ κύριος ὅτι ἐὰν εἴπῃ ϑεὸς πρός με, αὐτὸ λαλήσω.
Verse: 14    
καὶ ἦλϑεν πρὸς τὸν βασιλέα, καὶ εἶπεν αὐτῷ βασιλεύς Μιχαια, εἰ πορευϑῶ εἰς Ραμωϑ Γαλααδ εἰς πόλεμον ἐπίσχω; καὶ εἶπεν ᾽Ανάβαινε καὶ εὐοδώσεις, καὶ δοϑήσονται εἰς χεῖρας ὑμῶν.
Verse: 15    
καὶ εἶπεν αὐτῷ βασιλεύς Ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν ἀλήϑειαν ἐν ὀνόματι κυρίου;
Verse: 16    
καὶ εἶπεν Εἶδον τὸν Ισραηλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν, καὶ εἶπεν κύριος Οὐκ ἔχουσιν ἡγούμενον, ἀναστρεϕέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.
Verse: 17    
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ Οὐκ εἶπά σοι ὅτι οὐ προϕητεύει περὶ ἐμοῦ ἀγαϑά, ἀλλ' κακά;
Verse: 18    
καὶ εἶπεν Οὐχ οὕτως, ἀκούσατε λόγον κυρίου· εἶδον τὸν κύριον καϑήμενον ἐπὶ ϑρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ.
Verse: 19    
καὶ εἶπεν κύριος Τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ραμωϑ Γαλααδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος εἶπεν οὕτως.
Verse: 20    
καὶ ἐξῆλϑεν τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν ᾽Εγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν κύριος ᾽Εν τίνι;
Verse: 21    
καὶ εἶπεν ᾽Εξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προϕητῶν αὐτοῦ. καὶ εἶπεν ᾽Απατήσεις καὶ δυνήσῃ, ἔξελϑε καὶ ποίησον οὕτως.
Verse: 22    
καὶ νῦν ἰδοὺ ἔδωκεν κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προϕητῶν σου τούτων, καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.
Verse: 23    
καὶ ἤγγισεν Σεδεκιας υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ Ποίᾳ τῇ ὁδῷ παρῆλϑεν πνεῦμα κυρίου παρ' ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ;
Verse: 24    
καὶ εἶπεν Μιχαιας ᾽Ιδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν εἰσελεύσῃ ταμίειον ἐκ ταμιείου τοῦ κατακρυβῆναι.
Verse: 25    
καὶ εἶπεν βασιλεὺς Ισραηλ Λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε πρὸς Εμηρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς Ιωας ἄρχοντα υἱὸν τοῦ βασιλέως
Verse: 26    
καὶ ἐρεῖς Οὕτως εἶπεν βασιλεύς ᾽Απόϑεσϑε τοῦτον εἰς οἶκον ϕυλακῆς, καὶ ἐσϑιέτω ἄρτον ϑλίψεως καὶ ὕδωρ ϑλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.
Verse: 27    
καὶ εἶπεν Μιχαιας ᾽Εὰν ἐπιστρέϕων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί· ἀκούσατε λαοὶ πάντες.
Verse: 28    
Καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαϕατ βασιλεὺς Ιουδα εἰς Ραμωϑ Γαλααδ.
Verse: 29    
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ Κατακαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ισραηλ καὶ εἰσῆλϑεν εἰς τὸν πόλεμον.
Verse: 30    
καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσιν τῶν ἁρμάτων τοῖς μετ' αὐτοῦ λέγων Μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλ' τὸν βασιλέα Ισραηλ μόνον.
Verse: 31    
καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαϕατ, καὶ αὐτοὶ εἶπαν Βασιλεὺς Ισραηλ ἐστίν, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ιωσαϕατ, καὶ κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ϑεὸς ἀπ' αὐτοῦ.
Verse: 32    
καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ισραηλ, καὶ ἀπέστρεψαν ἀπ' αὐτοῦ.
Verse: 33    
καὶ ἀνὴρ ἐνέτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ ϑώρακος. καὶ εἶπεν τῷ ἡνιόχῳ ᾽Επίστρεϕε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα.
Verse: 34    
καὶ ἐτροπώϑη πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ βασιλεὺς Ισραηλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας καὶ ἀπέϑανεν δύνοντος τοῦ ἡλίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.