TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 393
Previous part

Chapter: 2 
Verse: 1    καὶ συνήγαγεν Σαλωμων ἑβδομήκοντα χιλιάδας ἀνδρῶν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπ' αὐτῶν τρισχίλιοι ἑξακόσιοι.
Verse: 2    
καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ βασιλέα Τύρου λέγων ῾Ως ἐποίησας μετὰ τοῦ πατρός μου Δαυιδ καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ,
Verse: 3    
καὶ ἰδοὺ ἐγὼ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι κυρίου ϑεοῦ μου ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ ϑυμιᾶν ἀπέναντι αὐτοῦ ϑυμίαμα καὶ πρόϑεσιν διὰ παντὸς καὶ τοῦ ἀναϕέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωὶ καὶ τὸ δείλης καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς τοῦ κυρίου ϑεοῦ ἡμῶν, εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ισραηλ.
Verse: 4    
καὶ οἶκος, ὃν ἐγὼ οἰκοδομῶ, μέγας, ὅτι μέγας ϑεὸς ἡμῶν παρὰ πάντας τοὺς ϑεούς.
Verse: 5    
καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκον; ὅτι οὐρανὸς καὶ οὐρανὸς τοῦ οὐρανοῦ οὐ ϕέρουσιν αὐτοῦ τὴν δόξαν. καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον; ὅτι ἀλλ' τοῦ ϑυμιᾶν κατέναντι αὐτοῦ.
Verse: 6    
καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοϕὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ καὶ ἐν τῷ ἀργυρίῳ καὶ ἐν τῷ χαλκῷ καὶ ἐν τῷ σιδήρῳ καὶ ἐν τῇ πορϕύρᾳ καὶ ἐν τῷ κοκκίνῳ καὶ ἐν τῇ ὑακίνϑῳ καὶ ἐπιστάμενον γλύψαι γλυϕὴν μετὰ τῶν σοϕῶν τῶν μετ' ἐμοῦ ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ, ὧν ἡτοίμασεν Δαυιδ πατήρ μου.
Verse: 7    
καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύϑινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασιν κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου
Verse: 8    
πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆϑος, ὅτι οἶκος, ὃν ἐγὼ οἰκοδομῶ, μέγας καὶ ἔνδοξος.
Verse: 9    
καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσιν ξύλα εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισίν σου κόρων εἴκοσι χιλιάδας καὶ κριϑῶν κόρων εἴκοσι χιλιάδας καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας.
Verse: 10    
καὶ εἶπεν Χιραμ βασιλεὺς Τύρου ἐν γραϕῇ καὶ ἀπέστειλεν πρὸς Σαλωμων ᾽Εν τῷ ἀγαπῆσαι κύριον τὸν λαὸν αὐτοῦ ἔδωκέν σε ἐπ' αὐτοὺς εἰς βασιλέα.
Verse: 11    
καὶ εἶπεν Χιραμ Εὐλογητὸς κύριος ϑεὸς Ισραηλ, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκεν τῷ Δαυιδ τῷ βασιλεῖ υἱὸν σοϕὸν καὶ ἐπιστάμενον σύνεσιν καὶ ἐπιστήμην, ὃς οἰκοδομήσει οἶκον τῷ κυρίῳ καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.
Verse: 12    
καὶ νῦν ἀπέσταλκά σοι ἄνδρα σοϕὸν καὶ εἰδότα σύνεσιν τὸν Χιραμ τὸν πατέρα μου
Verse: 13    
[ἡ μήτηρ αὐτοῦ ἀπὸ ϑυγατέρων Δαν, καὶ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος] εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ, ἐν λίϑοις καὶ ξύλοις καὶ ὑϕαίνειν ἐν τῇ πορϕύρᾳ καὶ ἐν τῇ ὑακίνϑῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ καὶ γλύψαι γλυϕὰς καὶ διανοεῖσϑαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ, μετὰ τῶν σοϕῶν σου καὶ σοϕῶν Δαυιδ κυρίου μου πατρός σου.
Verse: 14    
καὶ νῦν τὸν σῖτον καὶ τὴν κριϑὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον, εἶπεν κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ.
Verse: 15    
καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ ϑάλασσαν Ιόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ιερουσαλημ.
Verse: 16    
καὶ συνήγαγεν Σαλωμων πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους ἐν γῇ Ισραηλ μετὰ τὸν ἀριϑμόν, ὃν ἠρίϑμησεν αὐτοὺς Δαυιδ πατὴρ αὐτοῦ, καὶ εὑρέϑησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι.
Verse: 17    
καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοϕόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.