TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 419
Previous part

Chapter: 28 
Verse: 1    Υἱὸς εἴκοσι ἐτῶν Αχαζ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ· καὶ οὐκ ἐποίησεν τὸ εὐϑὲς ἐνώπιον κυρίου ὡς Δαυιδ πατὴρ αὐτοῦ.
Verse: 2    
καὶ ἐπορεύϑη κατὰ τὰς ὁδοὺς βασιλέων Ισραηλ· καὶ γὰρ γλυπτὰ ἐποίησεν τοῖς εἰδώλοις αὐτῶν
Verse: 3    
καὶ ἔϑυεν ἐν Γαιβενενομ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐϑνῶν, ὧν ἐξωλέϑρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ,
Verse: 4    
καὶ ἐϑυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.
Verse: 5    
καὶ παρέδωκεν αὐτὸν κύριος ϑεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως Ισραηλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην.
Verse: 6    
καὶ ἀπέκτεινεν Φακεε τοῦ Ρομελια βασιλεὺς Ισραηλ ἐν Ιουδα ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύι ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον ϑεὸν τῶν πατέρων αὐτῶν.
Verse: 7    
καὶ ἀπέκτεινεν Εζεκρι δυνατὸς τοῦ Εϕραιμ τὸν Μαασαιαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Εσδρικαμ ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Ελκανα τὸν διάδοχον τοῦ βασιλέως.
Verse: 8    
καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἀδελϕῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας, υἱοὺς καὶ ϑυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν.
Verse: 9    
καὶ ἐκεῖ ἦν προϕήτης τοῦ κυρίου, Ωδηδ ὄνομα αὐτῷ, καὶ ἐξῆλϑεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς ᾽Ιδοὺ ὀργὴ κυρίου ϑεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ιουδαν, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ· ἕως τῶν οὐρανῶν ἔϕϑακεν.
Verse: 10    
καὶ νῦν υἱοὺς Ιουδα καὶ Ιερουσαλημ ὑμεῖς λέγετε κατακτήσεσϑαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδού εἰμι μεϑ' ὑμῶν μαρτυρῆσαι κυρίῳ ϑεῷ ὑμῶν;
Verse: 11    
καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελϕῶν ὑμῶν, ὅτι ὀργὴ ϑυμοῦ κυρίου ἐϕ' ὑμῖν.
Verse: 12    
καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Εϕραιμ, Ουδια τοῦ Ιωανου καὶ Βαραχιας τοῦ Μοσολαμωϑ καὶ Εζεκιας τοῦ Σελλημ καὶ Αμασιας τοῦ Χοδλι, ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου
Verse: 13    
καὶ εἶπαν αὐτοῖς Οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐϕ' ἡμᾶς ὑμεῖς λέγετε, προσϑεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν, ὅτι πολλὴ ἁμαρτία ἡμῶν καὶ ὀργὴ ϑυμοῦ κυρίου ἐπὶ τὸν Ισραηλ.
Verse: 14    
καὶ ἀϕῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας.
Verse: 15    
καὶ ἀνέστησαν ἄνδρες, οἳ ἐπεκλήϑησαν ἐν ὀνόματι, καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν ϕαγεῖν καὶ ἀλείψασϑαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσϑενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ιεριχω πόλιν ϕοινίκων πρὸς τοὺς ἀδελϕοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν.
Verse: 16    
᾽Εν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Αχαζ πρὸς βασιλέα Ασσουρ βοηϑῆσαι αὐτῷ
Verse: 17    
καὶ ἐν τούτῳ, ὅτι Ιδουμαῖοι ἐπέϑεντο καὶ ἐπάταξαν ἐν Ιουδα καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν
Verse: 18    
καὶ οἱ ἀλλόϕυλοι ἐπέϑεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ιουδα καὶ ἔλαβον τὴν Βαιϑσαμυς καὶ τὴν Αιλων καὶ τὴν Γαδηρωϑ καὶ τὴν Σωχω καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Θαμνα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαμζω καὶ τὰς κώμας αὐτῆς καὶ κατῴκησαν ἐκεῖ.
Verse: 19    
ὅτι ἐταπείνωσεν κύριος τὸν Ιουδαν δι' Αχαζ βασιλέα Ιουδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ κυρίου.
Verse: 20    
καὶ ἦλϑεν ἐπ' αὐτὸν Θαγλαϑϕελλασαρ βασιλεὺς Ασσουρ καὶ ἐπάταξεν αὐτόν.
Verse: 21    
καὶ ἔλαβεν Αχαζ τὰ ἐν οἴκῳ κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκεν τῷ βασιλεῖ Ασσουρ καὶ οὐκ εἰς βοήϑειαν αὐτῷ.
Verse: 22    
ἀλλ' τῷ ϑλιβῆναι αὐτὸν καὶ προσέϑηκεν τοῦ ἀποστῆναι ἀπὸ κυρίου καὶ εἶπεν βασιλεύς
Verse: 23    
᾽Εκζητήσω τοὺς ϑεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν ῞Οτι ϑεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς, αὐτοῖς τοίνυν ϑύσω, καὶ ἀντιλήμψονταί μου. καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ισραηλ.
Verse: 24    
καὶ ἀπέστησεν Αχαζ τὰ σκεύη οἴκου κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισεν τὰς ϑύρας οἴκου κυρίου καὶ ἐποίησεν ἑαυτῷ ϑυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ιερουσαλημ·
Verse: 25    
καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ιουδα ἐποίησεν ὑψηλὰ ϑυμιᾶν ϑεοῖς ἀλλοτρίοις, καὶ παρώργισαν κύριον τὸν ϑεὸν τῶν πατέρων αὐτῶν.
Verse: 26    
καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ.
Verse: 27    
καὶ ἐκοιμήϑη Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη ἐν πόλει Δαυιδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάϕους τῶν βασιλέων Ισραηλ· καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.