TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 420
Previous part

Chapter: 29 
Verse: 1    Καὶ Εζεκιας ἐβασίλευσεν ὢν εἴκοσι καὶ πέντε ἐτῶν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αββα ϑυγάτηρ Ζαχαρια.
Verse: 2    
καὶ ἐποίησεν τὸ εὐϑὲς ἐνώπιον κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Δαυιδ πατὴρ αὐτοῦ.
Verse: 3    
καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ πρώτῳ μηνὶ ἀνέῳξεν τὰς ϑύρας οἴκου κυρίου καὶ ἐπεσκεύασεν αὐτάς.
Verse: 4    
καὶ εἰσήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς ἀνατολὰς
Verse: 5    
καὶ εἶπεν αὐτοῖς ᾽Ακούσατε, οἱ Λευῖται, νῦν ἁγνίσϑητε καὶ ἁγνίσατε τὸν οἶκον κυρίου ϑεοῦ τῶν πατέρων ὑμῶν καὶ ἐκβάλετε τὴν ἀκαϑαρσίαν ἐκ τῶν ἁγίων·
Verse: 6    
ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐγκατέλιπαν αὐτὸν καὶ ἀπέστρεψαν τὸ πρόσωπον ἀπὸ τῆς σκηνῆς κυρίου καὶ ἔδωκαν αὐχένα
Verse: 7    
καὶ ἀπέκλεισαν τὰς ϑύρας τοῦ ναοῦ καὶ ἔσβεσαν τοὺς λύχνους καὶ ϑυμίαμα οὐκ ἐϑυμίασαν καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ ϑεῷ Ισραηλ.
Verse: 8    
καὶ ὠργίσϑη ὀργῇ κύριος ἐπὶ τὸν Ιουδαν καὶ ἐπὶ τὴν Ιερουσαλημ καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀϕανισμὸν καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀϕϑαλμοῖς ὑμῶν.
Verse: 9    
καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ ϑυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, καὶ νῦν ἐστιν.
Verse: 10    
ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαϑέσϑαι διαϑήκην κυρίου ϑεοῦ Ισραηλ, καὶ ἀποστρέψει τὴν ὀργὴν ϑυμοῦ αὐτοῦ ἀϕ' ἡμῶν.
Verse: 11    
καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ᾑρέτικεν κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουργοῦντας καὶ ϑυμιῶντας.
Verse: 12    
καὶ ἀνέστησαν οἱ Λευῖται, Μααϑ τοῦ Αμασι καὶ Ιωηλ τοῦ Αζαριου ἐκ τῶν υἱῶν Κααϑ, καὶ ἐκ τῶν υἱῶν Μεραρι Κις τοῦ Αβδι καὶ Αζαριας τοῦ Ιαλλεληλ, καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνι Ιωα τοῦ Ζεμμαϑ καὶ Ιωδαν τοῦ Ιωαχα,
Verse: 13    
καὶ τῶν υἱῶν Ελισαϕαν Σαμβρι καὶ Ιιηλ, καὶ τῶν υἱῶν Ασαϕ Ζαχαριας καὶ Μαϑϑανιας,
Verse: 14    
καὶ τῶν υἱῶν Αιμαν Ιιηλ καὶ Σεμεϊ, καὶ τῶν υἱῶν Ιδιϑων Σαμαιας καὶ Οζιηλ,
Verse: 15    
καὶ συνήγαγον τοὺς ἀδελϕοὺς αὐτῶν καὶ ἡγνίσϑησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος κυρίου καϑαρίσαι τὸν οἶκον κυρίου.
Verse: 16    
καὶ εἰσῆλϑον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον κυρίου ἁγνίσαι καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαϑαρσίαν τὴν εὑρεϑεῖσαν ἐν τῷ οἴκῳ κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου κυρίου, καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κεδρων ἔξω.
Verse: 17    
καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου ἁγνίσαι καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλϑαν εἰς τὸν ναὸν κυρίου καὶ ἥγνισαν τὸν οἶκον κυρίου ἐν ἡμέραις ὀκτὼ καὶ τῇ ἡμέρᾳ τῇ ἑκκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν.
Verse: 18    
καὶ εἰσῆλϑαν ἔσω πρὸς Εζεκιαν τὸν βασιλέα καὶ εἶπαν ῾Ηγνίσαμεν πάντα τὰ ἐν οἴκῳ κυρίου, τὸ ϑυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ καὶ τὴν τράπεζαν τῆς προϑέσεως καὶ τὰ σκεύη αὐτῆς·
Verse: 19    
καὶ πάντα τὰ σκεύη, ἐμίανεν Αχαζ βασιλεὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ, ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν, ἰδού ἐστιν ἐναντίον τοῦ ϑυσιαστηρίου κυρίου.
Verse: 20    
καὶ ὤρϑρισεν Εζεκιας βασιλεὺς καὶ συνήγαγεν τοὺς ἄρχοντας τῆς πόλεως καὶ ἀνέβη εἰς οἶκον κυρίου
Verse: 21    
καὶ ἀνήνεγκεν μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ισραηλ καὶ εἶπεν τοῖς υἱοῖς Ααρων τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ ϑυσιαστήριον κυρίου.
Verse: 22    
καὶ ἔϑυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἷμα καὶ προσέχεον ἐπὶ τὸ ϑυσιαστήριον· καὶ ἔϑυσαν τοὺς κριούς, καὶ προσέχεον τὸ αἷμα ἐπὶ τὸ ϑυσιαστήριον· καὶ ἔϑυσαν τοὺς ἀμνούς, καὶ περιέχεον τὸ αἷμα τῷ ϑυσιαστηρίῳ·
Verse: 23    
καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέϑηκαν τὰς χεῖρας αὐτῶν ἐπ' αὐτούς,
Verse: 24    
καὶ ἔϑυσαν αὐτοὺς οἱ ἱερεῖς καὶ ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ ϑυσιαστήριον καὶ ἐξιλάσαντο περὶ παντὸς Ισραηλ, ὅτι περὶ παντὸς Ισραηλ, εἶπεν βασιλεύς, ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας.
Verse: 25    
καὶ ἔστησεν τοὺς Λευίτας ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυιδ τοῦ βασιλέως καὶ Γαδ τοῦ ὁρῶντος τῷ βασιλεῖ καὶ Ναϑαν τοῦ προϕήτου, ὅτι δι' ἐντολῆς κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προϕητῶν·
Verse: 26    
καὶ ἔστησαν οἱ Λευῖται ἐν ὀργάνοις Δαυιδ καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξιν.
Verse: 27    
καὶ εἶπεν Εζεκιας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ ϑυσιαστήριον· καὶ ἐν τῷ ἄρξασϑαι ἀναϕέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ᾄδειν κυρίῳ, καὶ αἱ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυιδ βασιλέως Ισραηλ.
Verse: 28    
καὶ πᾶσα ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ᾄδοντες, καὶ αἱ σάλπιγγες σαλπίζουσαι, ἕως οὗ συνετελέσϑη ὁλοκαύτωσις.
Verse: 29    
καὶ ὡς συνετέλεσαν ἀναϕέροντες, ἔκαμψεν βασιλεὺς καὶ πάντες οἱ εὑρεϑέντες καὶ προσεκύνησαν.
Verse: 30    
καὶ εἶπεν Εζεκιας βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευίταις ὑμνεῖν τὸν κύριον ἐν λόγοις Δαυιδ καὶ Ασαϕ τοῦ προϕήτου· καὶ ὕμνουν ἐν εὐϕροσύνῃ καὶ ἔπεσον καὶ προσεκύνησαν.
Verse: 31    
καὶ ἀπεκρίϑη Εζεκιας καὶ εἶπεν Νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν κυρίῳ, προσαγάγετε καὶ ϕέρετε ϑυσίας καὶ αἰνέσεως εἰς οἶκον κυρίου· καὶ ἀνήνεγκεν ἐκκλησία ϑυσίας καὶ αἰνέσεως εἰς οἶκον κυρίου καὶ πᾶς πρόϑυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις.
Verse: 32    
καὶ ἐγένετο ἀριϑμὸς τῆς ὁλοκαυτώσεως, ἧς ἀνήνεγκεν ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατόν, ἀμνοὶ διακόσιοι· εἰς ὁλοκαύτωσιν κυρίῳ πάντα ταῦτα.
Verse: 33    
καὶ οἱ ἡγιασμένοι μόσχοι ἑξακόσιοι, πρόβατα τρισχίλια.
Verse: 34    
ἀλλ' οἱ ἱερεῖς ὀλίγοι ἦσαν καὶ οὐκ ἐδύναντο δεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελϕοὶ αὐτῶν οἱ Λευῖται, ἕως οὗ συνετελέσϑη τὸ ἔργον, καὶ ἕως οὗ ἡγνίσϑησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευῖται προϑύμως ἡγνίσϑησαν παρὰ τοὺς ἱερεῖς.
Verse: 35    
καὶ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασιν τῆς τελειώσεως τοῦ σωτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεως· καὶ κατωρϑώϑη τὸ ἔργον ἐν οἴκῳ κυρίου.
Verse: 36    
καὶ ηὐϕράνϑη Εζεκιας καὶ πᾶς λαὸς διὰ τὸ ἡτοιμακέναι τὸν ϑεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο λόγος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.