TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 421
Previous part

Chapter: 30 
Verse: 1    Καὶ ἀπέστειλεν Εζεκιας ἐπὶ πάντα Ισραηλ καὶ Ιουδαν καὶ ἐπιστολὰς ἔγραψεν ἐπὶ τὸν Εϕραιμ καὶ Μανασση ἐλϑεῖν εἰς οἶκον κυρίου εἰς Ιερουσαλημ ποιῆσαι τὸ ϕασεκ τῷ κυρίῳ ϑεῷ Ισραηλ·
Verse: 2    
καὶ ἐβουλεύσατο βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἐκκλησία ἐν Ιερουσαλημ ποιῆσαι τὸ ϕασεκ τῷ μηνὶ τῷ δευτέρῳ·
Verse: 3    
οὐ γὰρ ἠδυνάσϑησαν αὐτὸ ποιῆσαι ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι οἱ ἱερεῖς οὐχ ἡγνίσϑησαν ἱκανοί, καὶ λαὸς οὐ συνήχϑη εἰς Ιερουσαλημ.
Verse: 4    
καὶ ἤρεσεν λόγος ἐναντίον τοῦ βασιλέως καὶ ἐναντίον τῆς ἐκκλησίας.
Verse: 5    
καὶ ἔστησαν λόγον διελϑεῖν κήρυγμα ἐν παντὶ Ισραηλ ἀπὸ Βηρσαβεε ἕως Δαν ἐλϑόντας ποιῆσαι τὸ ϕασεκ κυρίῳ ϑεῷ Ισραηλ ἐν Ιερουσαλημ, ὅτι πλῆϑος οὐκ ἐποίησεν κατὰ τὴν γραϕήν.
Verse: 6    
καὶ ἐπορεύϑησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ισραηλ καὶ Ιουδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως λέγοντες Υἱοὶ Ισραηλ, ἐπιστρέψατε πρὸς ϑεὸν Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ, καὶ ἐπιστρέψει τοὺς ἀνασεσῳσμένους τοὺς καταλειϕϑέντας ἀπὸ χειρὸς βασιλέως Ασσουρ·
Verse: 7    
καὶ μὴ γίνεσϑε καϑὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελϕοὶ ὑμῶν, οἳ ἀπέστησαν ἀπὸ κυρίου ϑεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν, καϑὼς ὑμεῖς ὁρᾶτε.
Verse: 8    
καὶ νῦν μὴ σκληρύνητε τοὺς τραχήλους ὑμῶν· δότε δόξαν κυρίῳ τῷ ϑεῷ καὶ εἰσέλϑατε εἰς τὸ ἁγίασμα αὐτοῦ, ἡγίασεν εἰς τὸν αἰῶνα, καὶ δουλεύσατε τῷ κυρίῳ ϑεῷ ὑμῶν, καὶ ἀποστρέψει ἀϕ' ὑμῶν ϑυμὸν ὀργῆς.
Verse: 9    
ὅτι ἐν τῷ ἐπιστρέϕειν ὑμᾶς πρὸς κύριον οἱ ἀδελϕοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτιρμοῖς ἔναντι πάντων τῶν αἰχμαλωτισάντων αὐτούς, καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην· ὅτι ἐλεήμων καὶ οἰκτίρμων κύριος ϑεὸς ἡμῶν καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀϕ' ἡμῶν, ἐὰν ἐπιστρέψωμεν πρὸς αὐτόν.
Verse: 10    
καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει Εϕραιμ καὶ Μανασση καὶ ἕως Ζαβουλων, καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμωκώμενοι·
Verse: 11    
ἀλλὰ ἄνϑρωποι Ασηρ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Ζαβουλων ἐνετράπησαν καὶ ἦλϑον εἰς Ιερουσαλημ.
Verse: 12    
καὶ ἐν Ιουδα ἐγένετο χεὶρ κυρίου δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλϑεῖν τοῦ ποιῆσαι κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ κυρίου,
Verse: 13    
καὶ συνήχϑησαν εἰς Ιερουσαλημ λαὸς πολὺς τοῦ ποιῆσαι τὴν ἑορτὴν τῶν ἀζύμων ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐκκλησία πολλὴ σϕόδρα.
Verse: 14    
καὶ ἀνέστησαν καὶ καϑεῖλαν τὰ ϑυσιαστήρια τὰ ἐν Ιερουσαλημ· καὶ πάντα, ἐν οἷς ἐϑυμιῶσαν τοῖς ψευδέσιν, κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν Κεδρων.
Verse: 15    
καὶ ἔϑυσαν τὸ ϕασεκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δευτέρου· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐνετράπησαν καὶ ἡγνίσϑησαν καὶ εἰσήνεγκαν ὁλοκαυτώματα εἰς οἶκον κυρίου.
Verse: 16    
καὶ ἔστησαν ἐπὶ τὴν στάσιν αὐτῶν κατὰ τὸ κρίμα αὐτῶν κατὰ τὴν ἐντολὴν Μωυσῆ ἀνϑρώπου τοῦ ϑεοῦ, καὶ οἱ ἱερεῖς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τῶν Λευιτῶν.
Verse: 17    
ὅτι πλῆϑος τῆς ἐκκλησίας οὐχ ἡγνίσϑη, καὶ οἱ Λευῖται ἦσαν τοῦ ϑύειν τὸ ϕασεκ παντὶ τῷ μὴ δυναμένῳ ἁγνισϑῆναι τῷ κυρίῳ.
Verse: 18    
ὅτι τὸ πλεῖστον τοῦ λαοῦ ἀπὸ Εϕραιμ καὶ Μανασση καὶ Ισσαχαρ καὶ Ζαβουλων οὐχ ἡγνίσϑησαν, ἀλλὰ ἔϕαγον τὸ ϕασεκ παρὰ τὴν γραϕήν. καὶ προσηύξατο Εζεκιας περὶ αὐτῶν λέγων Κύριος ἀγαϑὸς ἐξιλασάσϑω ὑπὲρ
Verse: 19    
πάσης καρδίας κατευϑυνούσης ἐκζητῆσαι κύριον τὸν ϑεὸν τῶν πατέρων αὐτῶν καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων.
Verse: 20    
καὶ ἐπήκουσεν κύριος τῷ Εζεκια καὶ ἰάσατο τὸν λαόν.
Verse: 21    
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεϑέντες ἐν Ιερουσαλημ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐϕροσύνῃ μεγάλῃ καὶ καϑυμνοῦντες τῷ κυρίῳ ἡμέραν καϑ' ἡμέραν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν ὀργάνοις τῷ κυρίῳ.
Verse: 22    
καὶ ἐλάλησεν Εζεκιας ἐπὶ πᾶσαν καρδίαν τῶν Λευιτῶν καὶ τῶν συνιόντων σύνεσιν ἀγαϑὴν τῷ κυρίῳ· καὶ συνετέλεσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ϑύοντες ϑυσίας σωτηρίου καὶ ἐξομολογούμενοι τῷ κυρίῳ ϑεῷ τῶν πατέρων αὐτῶν.
Verse: 23    
καὶ ἐβουλεύσατο ἐκκλησία ἅμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλας· καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐϕροσύνῃ.
Verse: 24    
ὅτι Εζεκιας ἀπήρξατο τῷ Ιουδα τῇ ἐκκλησίᾳ μόσχους χιλίους καὶ ἑπτακισχίλια πρόβατα, καὶ οἱ ἄρχοντες ἀπήρξαντο τῷ λαῷ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας, καὶ τὰ ἅγια τῶν ἱερέων εἰς πλῆϑος.
Verse: 25    
καὶ ηὐϕράνϑη πᾶσα ἐκκλησία, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶσα ἐκκλησία Ιουδα καὶ οἱ εὑρεϑέντες ἐξ Ισραηλ καὶ οἱ προσήλυτοι οἱ ἐλϑόντες ἀπὸ γῆς Ισραηλ καὶ οἱ κατοικοῦντες ἐν Ιουδα.
Verse: 26    
καὶ ἐγένετο εὐϕροσύνη μεγάλη ἐν Ιερουσαλημ· ἀπὸ ἡμερῶν Σαλωμων υἱοῦ Δαυιδ βασιλέως Ισραηλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ιερουσαλημ.
Verse: 27    
καὶ ἀνέστησαν οἱ ἱερεῖς οἱ Λευῖται καὶ ηὐλόγησαν τὸν λαόν· καὶ ἐπηκούσϑη ϕωνὴ αὐτῶν, καὶ ἦλϑεν προσευχὴ αὐτῶν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτοῦ εἰς τὸν οὐρανόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.