TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 422
Previous part

Chapter: 31 
Verse: 1    Καὶ ὡς συνετελέσϑη πάντα ταῦτα, ἐξῆλϑεν πᾶς Ισραηλ οἱ εὑρεϑέντες ἐν πόλεσιν Ιουδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἐξέκοψαν τὰ ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς Ιουδαίας καὶ Βενιαμιν καὶ ἐξ Εϕραιμ καὶ ἀπὸ Μανασση ἕως εἰς τέλος, καὶ ἐπέστρεψαν πᾶς Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ εἰς τὰς πόλεις αὐτῶν.
Verse: 2    
καὶ ἔταξεν Εζεκιας τὰς ἐϕημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τὰς ἐϕημερίας ἑκάστου κατὰ τὴν ἑαυτοῦ λειτουργίαν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις εἰς τὴν ὁλοκαύτωσιν καὶ εἰς τὴν ϑυσίαν τοῦ σωτηρίου καὶ αἰνεῖν καὶ ἐξομολογεῖσϑαι καὶ λειτουργεῖν ἐν ταῖς πύλαις ἐν ταῖς αὐλαῖς οἴκου κυρίου.
Verse: 3    
καὶ μερὶς τοῦ βασιλέως ἐκ τῶν ὑπαρχόντων αὐτοῦ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωινὴν καὶ τὴν δειλινὴν καὶ ὁλοκαυτώσεις εἰς σάββατα καὶ εἰς τὰς νουμηνίας καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τῷ νόμῳ κυρίου.
Verse: 4    
καὶ εἶπεν τῷ λαῷ τοῖς κατοικοῦσιν ἐν Ιερουσαλημ δοῦναι τὴν μερίδα τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ὅπως κατισχύσωσιν ἐν τῇ λειτουργίᾳ οἴκου κυρίου.
Verse: 5    
καὶ ὡς προσέταξεν τὸν λόγον, ἐπλεόνασαν οἱ υἱοὶ Ισραηλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πᾶν γένημα ἀγροῦ, καὶ ἐπιδέκατα πάντα εἰς πλῆϑος ἤνεγκαν
Verse: 6    
οἱ υἱοὶ Ισραηλ καὶ Ιουδα. καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν Ιουδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγῶν καὶ ἡγίασαν τῷ κυρίῳ ϑεῷ αὐτῶν καὶ εἰσήνεγκαν καὶ ἔϑηκαν σωροὺς σωρούς·
Verse: 7    
ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ σωροὶ ϑεμελιοῦσϑαι καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ συνετελέσϑησαν.
Verse: 8    
καὶ ἦλϑεν Εζεκιας καὶ οἱ ἄρχοντες καὶ εἶδον τοὺς σωροὺς καὶ ηὐλόγησαν τὸν κύριον καὶ τὸν λαὸν αὐτοῦ Ισραηλ.
Verse: 9    
καὶ ἐπυνϑάνετο Εζεκιας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὑπὲρ τῶν σωρῶν,
Verse: 10    
καὶ εἶπεν πρὸς αὐτὸν Αζαριας ἱερεὺς ἄρχων εἰς οἶκον Σαδωκ καὶ εἶπεν ᾽Εξ οὗ ἦρκται ἀπαρχὴ ϕέρεσϑαι εἰς οἶκον κυρίου, ἐϕάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν· ὅτι κύριος ηὐλόγησεν τὸν λαὸν αὐτοῦ, καὶ κατελίπομεν ἔτι τὸ πλῆϑος τοῦτο.
Verse: 11    
καὶ εἶπεν Εζεκιας ἑτοιμάσαι παστοϕόρια εἰς οἶκον κυρίου, καὶ ἡτοίμασαν.
Verse: 12    
καὶ εἰσήνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει, καὶ ἐπ' αὐτῶν ἐπιστάτης Χωνενιας Λευίτης, καὶ Σεμεϊ ἀδελϕὸς αὐτοῦ διαδεχόμενος,
Verse: 13    
καὶ Ιιηλ καὶ Οζαζιας καὶ Ναεϑ καὶ Ασαηλ καὶ Ιεριμωϑ καὶ Ιωζαβαϑ καὶ Ελιηλ καὶ Σαμαχια καὶ Μααϑ καὶ Βαναιας καὶ οἱ υἱοὶ αὐτοῦ καϑεσταμένοι διὰ Χωνενιου καὶ Σεμεϊ τοῦ ἀδελϕοῦ αὐτοῦ, καϑὼς προσέταξεν βασιλεὺς Εζεκιας καὶ Αζαριας ἡγούμενος οἴκου κυρίου.
Verse: 14    
καὶ Κωρη τοῦ Ιεμνα Λευίτης πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τῶν δομάτων δοῦναι τὰς ἀπαρχὰς κυρίῳ καὶ τὰ ἅγια τῶν ἁγίων
Verse: 15    
διὰ χειρὸς Οδομ καὶ Βενιαμιν καὶ ᾽Ιησοῦς καὶ Σεμεϊ καὶ Αμαριας καὶ Σεχονιας διὰ χειρὸς τῶν ἱερέων ἐν πίστει δοῦναι τοῖς ἀδελϕοῖς αὐτῶν κατὰ τὰς ἐϕημερίας κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν
Verse: 16    
ἐκτὸς τῆς ἐπιγονῆς τῶν ἀρσενικῶν ἀπὸ τριετοῦς καὶ ἐπάνω παντὶ τῷ εἰσπορευομένῳ εἰς οἶκον κυρίου εἰς λόγον ἡμερῶν εἰς ἡμέραν εἰς λειτουργίαν ἐϕημερίαις διατάξεως αὐτῶν.
Verse: 17    
οὗτος καταλοχισμὸς τῶν ἱερέων κατ' οἴκους πατριῶν, καὶ οἱ Λευῖται ἐν ταῖς ἐϕημερίαις αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐν διατάξει
Verse: 18    
ἐν καταλοχίαις ἐν πάσῃ ἐπιγονῇ υἱῶν αὐτῶν καὶ ϑυγατέρων αὐτῶν εἰς πᾶν τὸ πλῆϑος, ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον
Verse: 19    
τοῖς υἱοῖς Ααρων τοῖς ἱερατεύουσιν, καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες, οἳ ὠνομάσϑησαν ἐν ὀνόματι, δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῖς ἱερεῦσιν καὶ παντὶ καταριϑμουμένῳ ἐν τοῖς Λευίταις.
Verse: 20    
καὶ ἐποίησεν οὕτως Εζεκιας ἐν παντὶ Ιουδα καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐϑὲς ἐναντίον τοῦ κυρίου ϑεοῦ αὐτοῦ.
Verse: 21    
καὶ ἐν παντὶ ἔργῳ, ἐν ἤρξατο ἐν ἐργασίᾳ ἐν οἴκῳ κυρίου, καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐξεζήτησεν τὸν ϑεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ καὶ ἐποίησεν καὶ εὐοδώϑη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.